# Fragmenta 1-3

Histiaeus, Fragmenta, 1 to 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/histiaeus/fragmenta/1

Βηρυτὸς, πόλις Φοινίκης, ἐκ μικρᾶς μεγάλη, κτίσμα Κρόνου. Ἐκλήθη δὲ διὰ τὸ εὔυδρον· βήρ γὰρ τὸ φρέαρ παρ ̓ αὐτοῖς. Ἱστιαῖος δ ̓ ἐν πρώτῃ τὴν ἰσχὺν βηρουτὶ Φοίνικας ὀνομάζειν, ἀφ οὗ καὶ τὴν πόλιν, ὡς Ἑλλάδιός φησιν. Μάνεθως ... Βηρωσσὸς ... Μῶχός τε καὶ Ἑστιαῖος, καὶ πρὸς αὐτοῖς ὁ Αἰγύπτιος Ἱερώνυμος, οἱ τὰ Φοινικικὰ συνταξάμενοι, συμφωνοῦσι τοῖς ὑπ ̓ ἐμοῦ λεγομένοις. (V. Berosi fr. 6 a.) Περὶ δὲ τοῦ πεδίου τοῦ λεγομένου Σενναὰρ ἐν τῇ Βαβυλωνίᾳ χώρᾳ μνημονεύει Ἑστιαῖος, λέγων οὕτως· «Τῶν δὲ ἱερέων τοὺς διασωθέντας, τὰ τοῦ Ἐνυαλίου Διὸς ἱερώματα λαβόντας, εἰς Σενναὰρ τῆς Βαβυλωνίας ἐλθεῖν.»

---

HISTIAEUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1428.tlg002.local002/.
