Ancient Greek · ~7 min · Dactylic hexameter
Book 10, lines 10.352-10.390
Homer, Odyssey 10.352-390
Not analysed yet
τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ
πορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν·
ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας
ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·
ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα
ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·
ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε
πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ.
αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο,
θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,
ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.
αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,
εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
ἐσθέμεναι δʼ ἐκέλευεν· ἐμῷ δʼ οὐχ ἥνδανε θυμῷ,
ἀλλʼ ἥμην ἀλλοφρονέων, κακὰ δʼ ὄσσετο θυμός.
Κίρκη δʼ ὡς ἐνόησεν ἔμʼ ἥμενον οὐδʼ ἐπὶ σίτῳ
χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα,
ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·
τίφθʼ οὕτως, Ὀδυσεῦ, κατʼ ἄρʼ ἕζεαι ἶσος ἀναύδῳ,
θυμὸν ἔδων, βρώμης δʼ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;
ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ
δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.
ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,
πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,
πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;
ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,
λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.
ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει
ῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ,
ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.