Ancient Greek · ~7 min · Dactylic hexameter
Book 14, lines 14.121-14.157
Homer, Odyssey 14.121-157
Not analysed yet
τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·
ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.
αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.
εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ
ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·
ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ
κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω
πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον
ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,
οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.
οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·
ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν
αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·
ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα
κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·
ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,
ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω
αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·
ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·
πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.