Ancient Greek · ~7 min · Dactylic hexameter
Book 15, lines 15.482-15.517
Homer, Odyssey 15.482-517
Not analysed yet
τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,
ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.
οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.
τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·
Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας
ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.
ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε
Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας
ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε
ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε
πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω.
ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·
αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου
Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν
καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς·
ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν,
αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·
ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.
ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,
δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.
τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι
ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;
ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην
ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ
χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ
ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ
φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.