Ancient Greek · ~7 min · Dactylic hexameter
Book 21, lines 21.240-21.279
Homer, Odyssey 21.240-279
Not analysed yet
σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς
κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.
ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·
ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·
ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.
Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,
θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς
ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·
ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων·
οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·
εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ
ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·
ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν
ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι
τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.
τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.
νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο
ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι
κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας
ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,
ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·
ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,
αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,
ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ
τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·
ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·
Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα
λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,
νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·