Ancient Greek · ~7 min · Dactylic hexameter
Book 23, lines 23.312-23.353
Homer, Odyssey 23.312-353
Not analysed yet
ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·
ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο
καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι
ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·
ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους
πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·
καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,
ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,
νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους
μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·
ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,
ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·
ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·
ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ
Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι
πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·
ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,
ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,
ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·
ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,
οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,
χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.
ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν
εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς
εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·
ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων
ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον
κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·