Ancient Greek · ~7 min · Dactylic hexameter
Book 3, lines 3.323-3.361
Homer, Odyssey 3.323-361
Not analysed yet
ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·
εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,
πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται
ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.
λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·
ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.
ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.
τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·
ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·
ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,
ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.
ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν·
δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.
ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης.
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·
γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον.
αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς
ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.
Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν·
Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε
ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,
ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ,
οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.
αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.
οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε
ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,
ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται.
τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν
Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ
σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν
εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.