Ancient Greek · ~7 min · Dactylic hexameter
Book 4, lines 4.634-4.672
Homer, Odyssey 4.634-672
Not analysed yet
νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς
Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι
δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ
ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.
ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο
ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ
ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.
τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·
νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ
κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.
τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·
αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,
ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,
οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα
Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.
ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον
χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.
ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·
ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.
ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.