Ancient Greek · ~7 min · Dactylic hexameter
Book 5, lines 5.432-5.468
Homer, Odyssey 5.432-468
Not analysed yet
ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,
ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν
ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.
ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,
εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.
κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,
νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι
ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.
ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,
λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·
κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ ἱκάνω,
φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν
σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.
ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.
ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,
πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν
ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε
χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.
ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ
ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος
κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.
ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,
ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ
δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς
σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.
ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;
εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,
μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·