Ancient Greek · ~7 min · Dactylic hexameter
Book 7, lines 7.43-7.83
Homer, Odyssey 7.43-83
Not analysed yet
θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,
τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·
οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις
πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας
δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ
τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.
Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,
ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·
τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα
Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·
Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.
τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων
νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα
Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,
καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,
ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.
ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν
ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο
καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.
οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·
ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.
εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,
ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,
δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς
Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ
ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.