# Testimonia 1

Horapollo, Testimonia, Volume 3c,630,T. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/horapollo-gramm/testimonia/1

SUDA s.v. Ὡραπόλλων· Φενεβύθεως, κώμης τοῦ Πανοπολίτου νομοῦ· γραμματικός, διδάξας ἐν Ἀλεξανδρείαι τῆι ἐν Αἰγύπτωι, εἶτα ἐν Κωνσταντινουπόλει ἐπὶ Θεοδοσίου ἔγραψε Τεμενικά· Ὑπόμνημα Σοφοκλέους· Ἀλκαίου· Εἰς Ὅμηρον. λαμπρὸς μὲν ἐπὶ τῆι τέχνηι ἄνθρωπος, καὶ τῶν πάλαι λογιμωτάτων γραμματικῶν οὐδέν τι μεῖον κλέος ἀπενεγκάμενος. —Αἰγύπτιος· ἐπὶ Ζήνωνος βασιλέως. ζητῶν δὲ ὁ Νικομήδης τὸν Ἁρποκρᾶν ἦν καὶ μὴ εὑρίσκων αὐτόν· ὁ δὲ Ἰσίδωρος ὁ φιλόσοφος τοῦτο μαθών, πέμπει διὰ γραμμάτων δηλούντων τοὺς ἐπιόντας· ἑάλω δὲ ὁ γραμματηφόρος, καὶ ὡμολόγει τὸν πέμψαντα· καὶ τὸν Ὡραπόλλωνα καὶ τὸν Ἡραίσκον αἱροῦσι, καὶ νεύροις ἀνακρεμάσαντες ἀπὸ τῆς χειρὸς ἑκάτερον ἀπήιτουν τὸν Ἁρποκρᾶν καὶ Ἰσίδωρον. ὁ δὲ Ὡραπόλλων οὐκ ἦν τὸ ἦθος φιλόσοφος κτλ.

---

Horapollo Gramm., Testimonia. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2052.tlg002.local001/.
