Ancient Greek · ~15 min
Chapter 1
Iamblichus, De Mysteriis 1.15.1
Not analysed yet
Μετὰ δὲ ταύτην ἐπ’ ἄλλην μεταβαίνεις ἀντιδιαίρεσιν θεῶν πρὸς δαίμονας· λέγεις γὰρ θεοὺς εἶναι νόας καθαρούς, ὡς ἐν ὑποθέσει προτείνων τὴν δόξαν ἢ ὥς τισιν ἀρέσκουσαν αὐτὴν ἀφηγούμενος, νοῦ δὲ μετόχους ψυχικοὺς ὄντας τοὺς δαίμονας ἀπολογιζόμενος. ὅτι μὲν οὖν φιλοσόφων τοῖς πολλοῖς ταῦτα δοκεῖ, οὐδ’ ἐμὲ λέληθε· πρὸς δὲ σὲ οὐκ οἶμαι δεῖν ἀποκρύπτεσθαι τὸ φαινόμενον ἀληθές. ὑποσυγκέχυται γὰρ πάντα τὰ τοιαῦτα δοξάσματα, ἀπὸ μὲν τῶν δαιμόνων ἐπὶ τὰς ψυχὰς ἀποφερόμενα (νοῦ γὰρ μέτοχοί εἰσιν αὗται) ἀπὸ δὲ τῶν θεῶν ἐπὶ τὸν κατ’ ἐνέργειαν ἄυλον νοῦν ἀποπίπτοντα, οὗ δὴ παντελῶς οἱ θεοὶ προέχουσι. τί οὖν δεῖ ταῦτα τὰ ἰδιώματα ἀπονέμειν, ἅπερ οὐδ’ ὅλως εἰσὶν αὐτοῖς οἰκεῖα; τὸ μὲν δὴ τῆς διαιρέσεως (πάρεργον γάρ ἐστιν ἄλλως) μέχρι τοσούτου μνήμης ἀξιούσθω. ἃ δὲ καὶ πρὸς ταύτην ἀπορεῖς, ἐπείπερ ἅπτεται τῆς ἱερατικῆς θεραπείας, λόγου τυχχανέτω τοῦ προσήκοντος. Ἔτι γὰρ μᾶλλον ἀκλίτους καὶ ἀμιγεῖς αἰσθητοῖς εἰπὼν εἶναι τοὺς καθαροὺς νόας ἀπορεῖς, εἰ δεῖ πρὸς αὐτοὺς εὔχεσθαι. ἐγὼ δ’ οὐδ’ ἄλλοις τισὶν ἡγοῦμαι δεῖν εὔχεσθαι. τὸ γὰρ θεῖον ἐν ἡμῖν καὶ νοερὸν καὶ ἕν, ἢ εἰ νοητὸν αὐτὸ καλεῖν ἐθέλεις, ἐγείρεται τότε ἐναργῶς ἐν ταῖς εὐχαῖς, ἐγρόμενον δὲ ἐφίεται τοῦ ὁμοίου διαφερόντως καὶ συνάπτεται πρὸς αὐτοτελειότητα. εἰ δέ σοι ἄπιστον εἶναι καταφαίνεται, πῶς φωνῆς ἀκούει τὸ ἀσώματον καὶ ὡς αἰσθήσεως προσδεήσεται καὶ δι’ ὤτων τὰ λεγόμενα ὑφ’ ἡμῶν ἐν ταῖς προσευχαῖς, ἑκὼν ἐπιλανθάνῃ τῆς τῶν πρώτων αἰτίων περιουσίας ἔν τε τῷ εἰδέναι καὶ τῷ περιέχειν ἐν ἑαυτοῖς τὰ ὑφ’ ἑαυτῶν πάντα· ἐν ἑνὶ γὰρ δήπου συνείληφεν ἐν ἑαυτοῖς ὁμοῦ τὰ ὅλα· οὔτε δὴ οὖν διὰ δυνάμεων οὔτε δι’ ὀργάνων εἰσδέχονται εἰς ἑαυτοὺς οἱ θεοὶ τὰς εὐχάς, ἐν ἑαυτοῖς δὲ περιέχουσι τῶν ἀγαθῶν τὰς ἐνεργείας τῶν λόγων, καὶ μάλιστα ἐκείνων οἵτινες διὰ τῆς ἱερᾶς ἁγιστείας ἐνιδρυμένοι τοῖς θεοῖς καὶ συνηνωμένοι τυγχάνουσιν· ἀτεχνῶς γὰρ τηνικαῦτα αὐτὸ τὸ θεῖον πρὸς ἑαυτὸ σύνεστι, καὶ οὐδ’ ὡς ἕτερον πρὸς ἕτερον κοινωνεῖ τῶν ἐν ταῖς εὐχαῖς νοήσεων. Ἀλλ’ αἱ λιτανεῖαι, ὡς φῄς, ἀλλότριαί εἰσι προσφέρεσθαι πρὸς τὴν τοῦ νοῦ καθαρότητα. οὐδαμῶς· δι’ αὐτὸ γὰρ τοιοῦτο, διότι τῇ δυνάμει καὶ καθαρότητι καὶ τοῖς πᾶσι τῶν θεῶν ἀπολειπόμεθα, ἐγκαιρότατόν ἐστι πάντων ἱκετεύειν αὐτοὺς εἰς ὑπερβολήν. ἡ μὲν γὰρ συναίσθησις τῆς περὶ ἑαυτοὺς οὐδενείας, εἴ τις ἡμᾶς παραβάλλων τοῖς θεοῖς κρίνοι, ποιεῖ τρέπεσθαι πρὸς τὰς λιτὰς αὐτοφυῶς· ἀπὸ δὲ τῆς ἱκετείας κατὰ βραχὺ πρὸς τὸ ἱκε τευόμενον ἀναγόμεθα, καὶ τὴν πρὸς αὐτὸ ὁμοιότητα ἀπὸ τοῦ συνεχῶς αὐτῷ προσομιλεῖν κτώμεθα, τελειότητά τε θείαν ἠρέμα προσλαμβάνομεν ἀπὸ τοῦ ἀτελοῦς. Εἰ δέ τις ἐννοήσειε καὶ τὰς ἱερατικὰς ἱκετείας, ὡς ἀπ’ αὐτῶν τῶν θεῶν ἀνθρώποις κατεπέμφθησαν, καὶ ὅτι τῶν θεῶν αὐτῶν εἰσὶ συνθήματα καὶ μόνοις τοῖς θεοῖς ὑπάρχουσιν γνώριμοι, τρόπον τέ τινα καὶ αὗται τὴν αὐτὴν ἔχουσι δύναμιν τοῖς θεοῖς, πῶς ἂν ἔτι αἰσθητὴν τὴν τοιαύτην ἀλλ’ οὐ θείαν καὶ νοερὰν ὑπολάβοι δικαίως εἶναι ἱκετείαν; ἢ τί ἂν εἰκότως πάθος εἰς αὐτὴν παρεμπίπτοι, εἰς ἣν οὐδ’ ἀνθρώπινον ἦθος σπουδαῖον δύναται ῥᾳδίως ἀποκαθαίρεσθαι; Ἀλλὰ τὰ προσαγόμενα φῂς ὡς πρὸς αἰσθητικοὺς καὶ ψυχικοὺς προσάγεται. εἴγε σωματικαῖς δυνάμεσι καὶ συνθέτοις μόναις συμπεπλήρωτο ἢ ὥσπερ εἰς ὑπηρεσίαν ὀργάνων ψιλὴν ὑποκειμέναις· ἐπεὶ δὲ καὶ ἀσωμάτων εἰδῶν μετέχουσι τὰ προσαγόμενα καὶ λόγων τινῶν καὶ μέτρων ἁπλουστέρων, κατ’ αὐτὸ τοῦτο μόνον τῶν προσαγομένων θεωρεῖται ἡ οἰκειότης,· καί εἴ τις ἐγγύθεν ἢ πόρρωθεν συγγένεια ἢ ὁμοιότης πάρεστιν, ἐξαρκεῖ καὶ αὕτη πρὸς ἣν νυνὶ λέγομεν συναφήν· οὐδὲ γάρ ἐστί τε τῶν κατὰ βραχὺ προσῳκειωμένων τοῖς θεοῖς, ᾧ μὴ πάρεισιν εὐθὺς οἱ θεοὶ καὶ συνάπτονται. οὐκ ἄρα ὡς πρὸς αἰσθητικοὺς ἢ ψυχικούς, κατ’ αὐτὰ δὲ τὰ θεῖα εἴδη καὶ πρὸς αὐτοὺς τοὺς θεοὺς γίγνεται αὐτῶν ἡ κατὰ τὸ δυνατὸν ἐπιπλοκή. ὥστε καὶ περὶ ταύτης τῆς διαιρέσεως ἀποχρώντως· ἀντειρήκαμεν.