Ancient Greek · ~17 min
Chapter 2
Iamblichus, De Mysteriis 2.4.1
Not analysed yet
Ἐπ’ ἄλλα τοίνυν ἰδιώματα αὐτῶν μετιόντες λέγωμεν, ὡς ὀξύτης ἐν ταῖς ἐνεργείαις παρὰ μὲν τοῖς θεοῖς καὶ αὐτοῦ τοῦ νοῦ ταχυτέρα διαλάμπει, καίτοι ἀκίνητοί γε ἐν αὐταῖς καὶ σταθεραί εἰσιν αὐταί· παρὰ δὲ τοῖς ἀρχαγγέλοις σύμμικτοί πώς εἰσιν αἱ ταχυτῆτες αὐτῶν δραστηρίοις ἐνεργείαις· αἱ δὲ τῶν ἀγγέλων ἐφάπτονταί τινος ἤδη κινήσεως, καὶ τὸ ἅμα τῷ λέγειν ἀποτελεστικὸν οὐκέτι ὁμοίως προσειλήφασι· παρὰ δὲ τοῖς δαίμοσι φαντασία πλείων ἐστὶ τῆς ἀληθείας τοῦ τάχους τῶν ἔργων. ἐν δὲ τοῖς ἡρωικοῖς μεγαλοπρέπεια μέν τις ἐν ταῖς κινήσεσι διαφαίνεται, τὸ δ’ ἀποτελεστικὸν ὧν ἐφίενται ἐνεργεῖν, οὐχ οὕτω ταχέως ὥσπερ τοῖς δαίμοσι πάρεστιν. ἐν δὲ τοῖς τῶν ἀρχόντων ἀξιόλογα μὲν τὰ πρῶτα καὶ ἐξουσιαστικὰ ἐνεργήματα καταφαίνεται, τὰ δεύτερα δὲ ἔμφασιν μὲν ἔχει πλείονα, τοῦ δ’ ἐπὶ τῶν πράξεων τέλους ἀπολείπεται· τὰ δ’ ἐπὶ τῶν ψυχῶν κεκινημένα μᾶλλον, ἀσθενέστερα δὲ τῶν ἡρωικῶν ὁρᾶται. Πρὸς δὲ τούτοις τὸ μέγεθος τῶν ἐπιφανειῶν παρὰ μὲν τοῖς θεοῖς τοσοῦτον ἐπιδείκνυται, ὡς καὶ τὸν οὐρανὸν ὅλον ἐνίοτε ἀποκρύπτειν καὶ τὸν ἥλιον καὶ τὴν σελήνην, τήν τε γῆν μηκέτι δύνασθαι ἑστάναι αὐτῶν κατιόντων· ἀρχαγγέλων δὲ ἐκφαινομένων μοῖραι μέν τινες συγκινοῦνται τοῦ κόσμου καὶ πρόδρομον φῶς προηγεῖται διῃρημένον. αὐτοὶ δὲ κατὰ μεγέθη τῆς ἡγεμονίας σύμμετρον ἐπιδεικνύουσι καὶ τὸ τῆς αὐτῆς μέγεθος. τούτου δ’ ἔλαττόν ἐστι τὸ ἀγγελικὸν μικρότητί τε καὶ τῷ κατ’ ἀριθμὸν διῃ ρῆσθαι, ἐπὶ δ’ αὖ τῶν δαιμόνων διῃρημένον τε ἔτι μᾶλλον καὶ οὐκ ἴσον ἀεὶ αὐτῶν θεωρεῖται τὸ μέγεθος. τὸ δ’ ἡρωικὸν τούτου φαινόμενον ἔλαττον, μεγαλοφροσύνην τῆς καταστάσεως ἐμφαίνει πλείονα. τῶν δὲ ἀρχόντων ὅσα μὲν εἴδη περικόσμια προηγεῖται, μεγάλα καὶ ὑπέρογκα φαίνεται, τὰ δὲ περὶ τὴν ὕλην μεριζόμενα τύφῳ καὶ ἀλαζονείᾳ πλείονι χρῆται. τὰ δὲ τῶν ψυχῶν οὐκ ἴσα μὲν ὁρᾶται πάντα, σμικρότερα δὲ ἢ τὰ τῶν ἡρώων διαφαίνεται. ὅλως δὲ κατὰ τὰ μεγέθη τῶν ἐν ἑκάστοις τοῖς γένεσι δυνάμεων καὶ κατὰ τὸ πλῆθος τῆς ἀρχῆς δι’ ἧς διατείνουσι καὶ ᾖ ἐνεξουσιάζουσιν, ἀνὰ τὸν αὐτὸν λόγον καὶ τὰ μεγέθη τῶν ἐπιφανειῶν οἰκείως ἐν ἑκάστοις πάρεστι. Μετὰ δὴ τούτων τὸ τῶν αὐτοφανῶν ἀγαλμάτων ἀφορισώμεθα. οὐκοῦν ἐν μὲν ταῖς τῶν θεῶν αὐτοψίαις ἐναργέστερα καὶ αὐτῆς τῆς ἀληθείας ὁρᾶται τὰ θεάματα, ἀκριβῶς τε διαλάμπει καὶ διηρθρωμένα λαμπρῶς ἐκφαίνεται· τὰ δὲ τῶν ἀρχαγγέλων ἀληθῆ καὶ τέλεια φαίνεται· τὰ δὲ τῶν ἀγγέλων διασώζει μὲν τὸ αὐτὸ εἶδος, πλὴν ὑφίησί τι τῆς γνωριστικῆς ἀποπληρώσεως. ἀμυδρὰ δὲ τὰ τῶν δαιμόνων καὶ τούτων ὑποδεέστερα τὰ τῶν ἡρώων φαίνεται. τὰ δὲ τῶν ἀρχόντων τὰ μὲν κοσμικὰ ἐναργῆ, τὰ δὲ ὑλικὰ ἀμυδρά, ἐξουσιαστικὰ δὲ ἀμφότερα ὁρᾶται· τὰ δὲ τῶν ψυχῶν σκιοειδῆ καταφαίνεται. Ὡσαύτως τοίνυν καὶ ἐπὶ τοῦ φωτός. τὰ μὲν τῶν θεῶν ἀγάλματα φωτὸς πλέον ἀστράπτει· φωτὸς δ’ ὑπερφυοῦς ἐστὶ πλήρη τὰ τῶν ἀρχαγγέλων, φωτεινὰ δὲ τῶν ἀγγέλων. δαίμονες δὲ θολῶδες διαφαίνουσι τὸ πῦρ, ἥρωες δὲ σύμμικτον ἀπὸ πλειόνων, ἄρχοντες δὲ οἱ μὲν κοσμικοὶ καὶ καθαρώτεροι, οἱ δὲ τῆς ὕλης ἐξ ἀνομοίων καὶ ἐναντίων αὐτὸ συμμιγνύμενον ἐπιδεικνύουσιν· αἱ ψυχαὶ δὲ ἀπὸ πολλῶν τῶν ἐν τῇ γενέσει συγκράσεων ἀναπεπλησμένον αὐτὸ μεριστῶς ἔκδηλον ἀπεργάζονται. Κατὰ τὰ αὐτὰ δὲ τοῖς εἰρημένοις τὸ μὲν τῶν θεῶν πῦρ ἄτομον ἄφθεγκτον ἐκλάμπει, καὶ πληροῖ τὰ ὅλα βάθη τοῦ κόσμου πυρίως, ἀλλ’ οὐ περικοσμίως. τὸ δὲ τῶν ἀρχαγγέλων ἀμέριστον μέν, ἔχον δὲ περὶ ἑαυτὸ ἢ πρὸ ἑαυτοῦ προπομπεῦον ἢ μεθ’ ἑαυτὸ συνεπόμενον πολὺ πλῆθος θεωρεῖται. τὸ δὲ τῶν ἀγγέλων διῃρημένον πῦρ πλὴν ἐν ταῖς γε τελειοτάταις ἰδέαις διαφαίνεται. τὸ δὲ τῶν δαιμόνων μερισμοῦ τέ ἐστι πλείονος καὶ ἐπὶ βραχύτερον περιγράφεται, καὶ λόγῳ ῥητὸν ὑπάρχει, καὶ τῆς ὄψεως τῶν τὰ κρείττονα ὁρώντων οὐχ ὑπάρχει ἄξιον. τὸ δὲ τῶν ἡρώων ἔχει μὲν τὰ αὐτὰ τρόπον γέ τινα, ἀπολείπεται δ’ ὅμως αὐτῶν τῆς ἄκρας ὁμοιώσεως. καὶ μὴν τό γε τῶν ἀρχόντων ὅσον μὲν ὑψηλότερον αὐτοῦ, διαφανέστερον θεωρεῖται, τὸ δὲ ἔνυλον σκοτωδέστερον· τὸ δ’ αὖ τῶν ψυχῶν πολυμερὲς μὲν καὶ πολυειδὲς ἐπιδείκνυται, σύμμικτον δὲ ἀπὸ πολλῶν τῶν περὶ τὸν κόσμον φύσεων. καὶ μὴν τό γε τῶν θεῶν πάντη σταθερόν ἐστιν ἰδεῖν· τὸ δὲ τῶν ἀρχαγγέλων μέτοχον ἠρεμίας, τὸ δ’ αὖ τῶν ἀγγέλων μονίμως κινούμενον· ἄστατόν γε μὴν τὸ τῶν δαιμόνων, καὶ τῶν ἡρώων ἐπὶ πλέον ὀξύρροπον· τοῖς δὲ ἄρχουσιν ἠρεμαῖον μὲν τοῖς πρώτοις, ταραχῶδες δὲ τοῖς ὑστάτοις σύνεστι· ψυχαῖς δὲ ἐν κινήσεσι πολλαῖς μεταβαλλόμενον.