# De Mysteriis 2.5

Iamblichus, De Mysteriis, Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/iamblichus/de-mysteriis/2.5

Καὶ μὴν τό γε ἀποκαθαρτικὸν τῶν ψυχῶν τέλεον μέν ἐστιν ἐν τοῖς θεοῖς, ἐν δὲ τοῖς ἀρχαγγέλοις ἀναγωγόν· ἄγγελοι δὲ λύουσι μόνον τῶν δεσμῶν τῆς ὕλης, δαίμονες δὲ εἰς τὴν φύσιν καθέλκουσιν· ἥρωες δὲ κατάγουσιν εἰς τὴν ἐπιμέλειαν τῶν αἰσθητῶν ἔργων· ἄρχοντες δὲ ἤτοι τὴν προστασίαν τῶν περικοσμίων ἢ τὴν τῶν ἐνύλων ἐπιστασίαν ἐγχειρίζουσι, ψυχαὶ δὲ ἐπιφαινόμεναι κατατείνουσί πως ἐπὶ τὴν γένεσιν. Καὶ μὴν καὶ τόδε σκόπει· τὸ καθαρὸν καὶ ἑδραῖον τῆς φαινομένης εἰκόνος ἅπαν μὲν ἀποδίδου τοῖς κρείττοσι γένεσιν, ἤδη δὲ τὸ μὲν ὑπέρλαμπρον αὐτοῦ καὶ ἐν αὐτῷ μονίμως ἱδρυμένον ἀπόνεμε τοῖς θεοῖς, τὸ δὲ λαμπρὸν ἑστηκός τε ὡς ἐν ἑτέρῳ δίδου τοῖς ἀρχαγγέλοις, τὸ δ’ ἐν ἑτέρῳ μένον τοῖς ἀγγέλοις. ἐπὶ θάτερα τοίνυν ἀντιδιαί ρει τὸ φερόμενον καὶ ἀνίδρυτον καὶ ἀναπεπλησμένον ἀλλοτρίων φύσεων, ὃ πᾶν ταῖς καταδεεστέραις ἐναρμόζει τάξεσιν. Ἀλλ’ ἤδη κατὰ τὴν διαφορὰν τῆς συμμίξεως διαιρείσθω καὶ τοῦτο. τοῖς μὲν γὰρ δαίμοσιν ἀτμοὶ περικόσμιοι συμμίγνυνται καὶ φέρονται παρὰ τὴν τοῦ κόσμου κίνησιν ἀστάτως. ἥρωσι δὲ γενεσιουργοὶ πνευμάτων συστάσεις ἀνακεράννυνται, περὶ ἃς καὶ αὐτοὶ συγκινοῦνται· ἄρχοντες δὲ οἱ μὲν τοῦ κόσμου μένουσιν ὡσαύτως τὸ κοσμικὸν ὅπερ εἶχον ἐμφαίνοντες, οἱ δὲ τῆς ὕλης ὑλικῶν ἰχώρων εἰσὶν ἀνάμεστοι· ψυχαὶ δὲ περισσῶν μολυσμῶν καὶ ἀλλοτρίων πνευμάτων ἀναπίμπλανται, μεθ’ ὧν καὶ ἐν ταῖς ἐπιφανείαις ἕκαστον τούτων τῶν γενῶν ἑαυτὸ ἐπιδείκνυσι. Δεῖγμα δ’ ἔσται σοι οὐ μικρὸν καὶ τὸ δαπανητικὸν τῆς ὕλης ἀθρόως ἐπὶ θεῶν. ἐπὶ δὲ τῶν ἀρχαγγέλων τὸ κατὰ βραχὺ αὐτῆς ἀναλωτικόν, ἐπὶ δὲ τῶν ἀγγέλων τὸ λυτικὸν ἀπ’ αὐτῆς καὶ ἀπαγωγόν· ἐπὶ δὲ τῶν δαιμόνων τὸ διακοσμοῦν αὐτὴν ἐμμελῶς· ἐπὶ δ’ αὖ τῶν ἡρώων τὸ συναρμοζόμενον πρὸς αὐτὴν ἐν μέτροις τοῖς προσήκουσι καὶ ἐπιδεξίως αὐτῆς ἐπιμελούμενον. ἄρχοντες δὲ οἱ μὲν τῶν κόσμων ἡγεμόνες παρίστανται αὐτῆς ὑπερέχοντες καὶ οὕτως ἑαυτοὺς ἐκφαίνουσιν. οἱ δ’ ἔνυλοι παντελῶς ἀναπεπλησμένους ἑαυτοὺς ἀπὸ τῆς ὕλης ἐπιδεικνύουσι· καὶ τῶν ψυχῶν αἱ μὲν καθαραὶ τῆς ὕλης ἐκτός, αἱ δ’ ἐναντίαι περιεχόμεναι ὑπ’ αὐτῆς ἐπιφαίνονται.

---

Iamblichus, De Mysteriis, ed. Gustav Parthey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2023.tlg006.local001/.
