Ancient Greek · ~9 min
Chapter 2
Iamblichus, De Mysteriis 2.7
Not analysed yet
Καὶ μὴν τῆς γε τάξεως, ἥν οἱ ὁρώμενοι ἔχουσι, γίνεται ἔνδειξις ἐν ταῖς αὐτοψίαις, τῶν μὲν θεῶν θεοὺς ἢ ἀγγέλους ἐχόντων περὶ ἑαυτούς, τῶν δὲ ἀρχαγγέλων προπομποὺς ἀγγέλους ἢ σὺν ἑαυτοῖς συντεταγμένους ἢ κατόπιν ἑπομένους ἢ ἄλλην τινὰ δορυφορίαν πολλὴν ἀγγέλων περὶ ἑαυτοὺς περιβαλλομένων, ἀγγέλων δὲ τὰ οἰκεῖα ἔργα τῆς τάξεως ἐφ’ ἧς ἐπιβεβήκασι συνεπιδεικνύντων, τῶν δὲ ἀγαθῶν δαιμόνων τὰ σφέτερα δημιουργήματα καὶ ἀγαθά, ἃ δωροῦνται, συνθεωρεῖσθαι παρεχόντων, τῶν δὲ τιμωρῶν δαιμόνων τὰ εἴδη τῶν τιμωριῶν ἐμφαινόντων, τῶν δὲ ἄλλων ὁπωσοῦν πονηρῶν θηρία τινὰ βλαβερὰ καὶ αἱμοβόρα καὶ ἄγρια περικειμένων, ἀρχόντων δὲ μοίρας τινὰς κοσμικὰς μεθ’ ἑαυτῶν ἐπιδεικνύντων, τῶν δὲ ἄλλων ἀρχόντων τὴν ἀταξίαν καὶ πλημμέλειαν τῆς ὕλης ἐφελκομένων· ψυχῆς δὲ τῆς μὲν ὅλης καὶ ἐν οὐδενὶ τῶν κατὰ μέρος εἴδει κατεχομένης, πῦρ ὁρᾶται ἀνείδεον περὶ ὅλον τὸν κόσμον ἐνδεικνύμενον τὴν ὅλην καὶ μίαν καὶ ἄτομον καὶ ἀνείδεον τοῦ παντὸς ψυχήν· τῆς δὲ ἀποκεκαθαρμένης πύριος ὁ τύπος βλέπεται καὶ ἄχραντον καὶ ἀμιγὲς τὸ πῦρ, τότε ἐγκαρδιαῖον αὐτῆς φῶς καὶ τὸ εἶδος καθαρὸν καὶ ἑδραῖον ὁρᾶται, καὶ μετὰ τοῦ ἀναγωγοῦ ἡγεμόνος ἀκολουθεῖ τῇ ἀγαθῇ θελήσει χαίρουσα, καὶ αὐτὴ τὴν οἰκείαν ἑαυτῇ τάξιν ἐπὶ τῶν ἔργων ἐκφαίνουσα· ἡ δὲ κάτω νεύουσα δεσμῶν καὶ κολάσεων ἐπισύρεται σημεῖα, ὑλικῶν τε πνευμάτων βρίθει συστάσεσι, καὶ ταραχαῖς ὕλης ἀνωμάλοις κατέχεται, δαιμόνων τε γενεσιουργῶν ἐπιστασίας ὁρᾶται προστησαμένη πρὸ ἑαυτῆς. Καὶ συλλήβδην φάναι, πάντα τὰ γένη ταῦτα τὰς οἰκείας τάξεις ἐπιδεικνύουσιν ἅμα μεθ’ ἑαυτῶν· ἤδη τοίνυν καὶ τὰς χώρας ἃς εἰλήχασι, καὶ τὰς λήξεις ἐν αἷς ἐνοικοῦσὶ, παραδεικνύουσιν, ἀέριον μὲν πῦρ οἱ ἀέριοι, χθόνιον δὲ καὶ μελάντερον οἱ χθόνιοι, λαμπρότερον δὲ οἱ οὐράνιοι ἐπιδεικνύοντες· ἐν αὐτοῖς δὲ τούτοις τοῖς τρισὶν ὅροις τριπλῆς τάξεως, ἀρχῆς καὶ μεσότητος καὶ τέλους, ὅλα τὰ γένη κατενείματο, τὰ μὲν τῶν θεῶν τὰ ἀκρότατα καὶ καθαρώτατα αἴτια τῆς τριπλῆς τάξεως ταύτης ἐπιδεικνύοντα, τὰ δὲ τῶν ἀγγέλων ὡς ἐκδιδόμενα ἀπὸ τῶν ἀρχαγγέλων, ὑπηρετικὰ δὲ τούτοις τὰ τῶν δαιμόνων ἐπιφαινόμενα καὶ τὰ τῶν ἡρώων διακονικὰ ὡσαύτως, οὐ μέντοι κατὰ τὰς αὐτὰς ὑπηρεσίας τοῖς δαίμοσιν, ἀλλὰ καθ’ ἑτέρας αὐτῶν καὶ διαφερούσας· τὰ δὲ τῶν ἀρχόντων ὡς ἔχουσι τὴν ἐπιβάλλουσαν ἑαυτοῖς ἢ περὶ τὸν κόσμον ἢ τὴν ὕλην ἐπιστασίαν· τὰ δὲ τῶν ψυχῶν ὡς πάντα ἔσχατα τῶν κρειττόνων· ὅθεν δὴ καὶ τόπους μεθ’ ἑαυτῶν συμφαίνει τὰ πρῶτα τοὺς πρώτους καὶ τὰ δεύτερα τοὺς δευτέρους ἐν ἑκάστῳ τῶν τριῶν τούτων, καὶ τὰ ἄλλα ὡς ἕκαστα διατέτακται.