# De Mysteriis 3.4

Iamblichus, De Mysteriis, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/iamblichus/de-mysteriis/3.4

φῂς δὲ δὴ ὡς ἐπιβάλλουσι καὶ δι’ ἐνθουσιασμοῦ καὶ θεοφορίας πολλοὶ τῷ μέλλοντι, ἐγρηγορότες μέν, ὡς ἐνεργεῖν κατ’ αἴσθησιν, αὐτοῖς δὲ πάλιν οὐ παρακολουθοῦντες ἢ οὔτι γε ὡς πρότερον παρακολουθοῦντες ἑαυτοῖς. βούλομαι δὴ καὶ ἐν τούτοις τὰ τεκμήρια τῶν ὀρθῶς κατεχομένων ὑπὸ τῶν θεῶν παραδεῖξαι· ἢ γὰρ τὴν ἑαυτῶν ζωὴν ὑποτεθείκασιν ὅλην ὡς ὄχημα ἢ ὄργανον τοῖς ἐπιπνέουσι θεοῖς, ἢ μεταλλάττουσιν ἀντὶ τῆς ἀνθρωπίνης ζωῆς τὴν θείαν, ἢ καὶ ἐνεργοῦσι τὴν οἰκείαν ζωὴν πρὸς τὸν θεόν· οὔτε κατ’ αἴσθησιν ἐνεργοῦσιν οὔτε ἐγρηγόρασιν οὕτως ὡς οἱ διεγηγερμένας ἔχοντες τὰς αἰσθήσεις, οὔτ’ ἐπιβάλλουσιν αὐτοὶ τῷ μέλλοντι, οὔτε κινοῦνται ὡς οἱ καθ’ ὁρμὴν ἐνεργοῦντες· ἀλλ’ οὐδὲ παρακολουθοῦσιν ἑαυτοῖς οὔτε ὡς πρότερον οὔτε ἄλλως ὁπωσοῦν, οὐδ’ ὅλως ἐπιστρέφουσιν εἰς ἑαυτοὺς τὴν οἰκείαν σύνεσιν, οὐδ’ ἔστιν ἥντινα ἰδίαν γνῶσιν προβάλλουσι. Τεκμήριον δὲ μέγιστον· πολλοὶ γὰρ καὶ πυρὸς προσφερομένου οὐ καίονται, οὐχ ἁπτομένου τοῦ πυρὸς αὐτῶν διὰ τὴν θείαν ἐπίπνοιαν· πολλοὶ δὲ καιόμενοι οὐκ ἀντιλαμβάνονται, διότι οὐ τὴν τοῦ ζώου ζωὴν ζῶσι τηνικαῦτα. καὶ οἱ μὲν διαπείραντες ὀβελοὺς οὐκ ἐπαισθάνονται· οἱ δὲ πελέκεις προσαράσσοντες τοῖς νώτοις, οἱ δὲ καὶ ξιφιδίοις τὰς ὠλένας κατατέμνοντες οὐδαμῶς παρακολουθοῦσιν. αἵ τε ἐνέργειαι αὐτῶν οὐδαμῶς εἰσὶν ἀνθρώπιναι, τά τε γὰρ ἄβατα βατὰ γίνεται θεοφορουμένοις καὶ εἰς πῦρ φέρονται καὶ πῦρ διαπορεύονται καὶ ποταμοὺς διαπερῶσιν, ὥσπερ ἡ ἐν Κασταβάλλοις ἱέρεια. ἀπὸ δὲ τούτων δείκνυται, ὡς οὐ παρακολουθοῦσιν ἑαυτοῖς ἐνθουσιῶντες, καὶ ὅτι οὔτε τὴν ἀνθρωπίνην οὔτε τὴν τοῦ ζώου ζωὴν ζῶσι κατ’ αἴσθησιν ἢ ὁρμήν, ἄλλην δέ τινα θειοτέραν ζωὴν ἀνταλλάττονται, ἀφ’ ἧς ἐπιπνέονται καὶ ἀφ’ ἧς τελέως κατέχονται.

---

Iamblichus, De Mysteriis, ed. Gustav Parthey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2023.tlg006.local001/.
