Ancient Greek · ~10 min
Chapter 3
Iamblichus, De Mysteriis 3.9
Not analysed yet
Ἃ δὲ λέγεις ἐπὶ τούτοις ἐστὶ ταῦτα· ὡς τῶν ἐξισταμένων ἔνιοί τινες αὐλῶν ἀκούοντες ἢ κυμβάλων ἢ τυμπάνων ἤ τινος μέλους ἐνθουσιῶσιν, ὡς οἵ τε κορυβαντιζόμενοι καὶ οἱ τῷ Σαβαζίῳ κάτοχοι καὶ οἱ μητρίζοντες· δεῖ δὴ καὶ περὶ τούτων τὰς αἰτίας διελθεῖν πῶς τε γίνονται, ἐπιτελούμενα τε τίνα ἔχει λόγον. Τὸ μὲν οὖν κινητικόν τι καὶ παθητικὸν εἶναι τὴν μουσικήν, καὶ τὸ τῶν αὐλῶν ἐμποιεῖν ἢ ἰατρεύειν τὰ πάθη τῆς παρατροπῆς, καὶ τὸ μεθιστάναι τὰς τοῦ σώματος κράσεις ἢ διαθέσεις τὴν μουσικήν, καὶ τὸ ἄλλοις μὲν μέλεσιν ἀναβακχεύεσθαι ἄλλοις δὲ ἀποπαύεσθαι τῆς βακχείας, καὶ πῶς αἱ τούτων διαφοραὶ πρὸς τὰς τῆς ψυχῆς ἑκάστας διαθέσεις προσαρμόττουσι, καὶ ὅτι τὸ ἄστατον καὶ ἀκατάστατον μέλος πρὸς τὰς ἐκστάσεις οἰκεῖον, οἷα δή ἐστι τὰ Ὀλύμπου, καὶ ὅσα τοιαῦτα λέγεται, πάντα ἀλλοτρίως μοι δοκεῖ λέγεσθαι πρὸς τὸν ἐνθουσιασμόν· φυσικά τε γάρ ἐστι καὶ ἀνθρώπινα καὶ τέχνης ἡμετέρας ἔργα· τὸ δὲ θεῖον ἐν αὐτοῖς οὐδ’ ὁπωστιοῦν διαφαίνεται. Μᾶλλον οὖν ἐκεῖνα λέγομεν, ὡς ἦχοί τε καὶ μέλη καθιέρωνται τοῖς θεοῖς οἰκείως ἑκάστοις, συγγένειά τε αὐτοῖς ἀποδέδοται προσφόρως κατὰ τὰς οἰκείας ἑκάστων τάξεις καὶ δυνάμεις καὶ τὰς ἐν αὐτῷ παντὶ κινήσεις καὶ τὰς ἀπὸ τῶν κινήσεων ῥοιζουμένας ἐναρμονίους φωνάς· κατὰ δὴ τὰς τοιαύτας τῶν μελῶν πρὸς τοὺς Θεοὺς οἰκειότητας. παρουσία τε αὐτῶν γίνεται (οὐδὲ γάρ ἐστί τι τὸ διεῖργον), ὥστε μετέχειν αὐτῶν εὐθὺς τὸ τὴν τυχοῦσαν ἔχον πρὸς αὐτοὺς ὁμοιότητα, κατοχή τε συνίσταται εὐθὺς τελεία καὶ πλήρωσις τῆς κρείττονος οὐσίας καὶ δυνάμεως. οὐχ ὅτι τὸ σῶμα καὶ ἡ ψυχὴ ἀλλήλοις ἔστι συμπαθῆ καὶ συμπάσχει τοῖς μέλεσιν, ἀλλ’ ἐπεὶ τῆς θείας ἁρμονίας ἡ τῶν θεῶν ἐπίπνοια οὐκ ἀφέστηκεν, οἰκειωθεῖσα δὲ πρὸς αὐτὴν καταρχὰς μετέχεται ὑπ’ αὐτῆς ἐν μέτροις τοῖς προσήκουσιν· ἔχει δὲ καὶ τὸ ἀνεγείρεσθαι καὶ τὸ ἀποπαύεσθαι κατὰ τὴν τῶν θεῶν τάξιν ἑκάτερον. ἀπέρασιν δὲ καὶ ἀποκάθαρσιν ἰατρείαν τε οὐδαμῶς αὐτὸ κλητέον. οὐδὲ γὰρ κατὰ νόσημά τι ἢ πλεονασμὸν ἢ περίττωμα πρώτως ἐν ἡμῖν ἐμφύεται, θεία δὲ αὐτοῦ συνίσταται ἡ πᾶσα ἄνωθεν ἀρχὴ καὶ καταβολή. Ἀλλ’ οὐδὲ τοῦτο δεῖ λέγειν, ὡς ἡ ψυχὴ πρώτως ὑφέστηκεν ἐξ ἁρμονίας καὶ ῥυθμοῦ· ἔστι γὰρ οὕτω ψυχῆς μόνης οἰκεῖος ὁ ἐνθουσιασμός· βέλτιον οὖν καὶ τὴν τοιαύτην ἀπόφασιν ἐκεῖσε μετάγειν, ὅτι δὴ ἡ ψυχὴ πρὶν καὶ τῷ σώματι δοῦναι ἑαυτήν, τῆς θείας ἁρμονίας κατήκουεν· οὐκοῦν καὶ ἐπειδὰν εἰς σῶμα ἀφίκηται, ὅσα ἂν μέλη τοιαῦτα ἀκούσῃ οἷα μάλιστα διασώζῃ τὸ θεῖον ἴχνος τῆς ἁρμονίας, ἀσπάζεται ταῦτα καὶ ἀναμιμνήσκεται ἀπ’ αὐτῶν τῆς θείας ἁρμονίας, καὶ πρὸς αὐτὴν φέρεται καὶ οἰκειοῦται, μεταλαμβάνει τε αὐτῆς ὅσον οἷόν τε αὐτῆς μετέχειν. Κοινῶς μὲν οὖν οὕτως ἄν τις ἀποδοίη τὴν αἰτίαν τῆς θείας μαντείας·