Ancient Greek · ~5 min
Chapter 4
Iamblichus, De Mysteriis 4.3
Not analysed yet
Ἀληθέστερον δ’ ἔτι τούτων διαλύοντες τὰ διηπορημένα, ἀφαιρεῖν ἀξιοῦμεν τὰς ὡς ἐπ’ ἀνθρώπων φαινομένας ἐν τῷ καλεῖν παρακλήσεις καὶ τὰς ἐπὶ τῇ τῶν ἔργων διανύσει μετὰ μεγάλης σπουδῆς ἐνδιδομένας ἐπιτάξεις. εἰ γὰρ ἡ φιλίας ὁμονοητικῆς κοινωνία καί τις ἀδιάλυτος συμπλοκὴ τῆς ἑνώσεως συνέχει τὴν ἱερατικὴν ἀπεργασίαν, ἵν’ ὄντως ᾖ θεία καὶ ὑπερέχουσα πᾶσαν τὴν γιγνωσκομέτην κοινὴν ἀνθρώποις διάπραξιν, οὐδὲν τῶν ἀνθρωπίνων ἔργων ἐπ’ αὐτῆς ἁρμόζει λεγόμενον, οὔτε τὸ προσκαλεῖν οὕτως, ὡς τὰ ἀφεστηκότα ἡμεῖς προσαγόμεθα, οὔτε τὸ κελεύειν τοιοῦτον ὁποῖον τοῖς κεχωρισμένοις, ὡς ἕτερον ἐξ ἑτέρων ἐγχειρίζομεν· ἡ αὐτὴ δέ τις ἐνέργεια κοινῶς αὐθαίρετος ἐλλάμπουσα τοῦ θείου πυρὸς αὐτόκλητός τε καὶ αὐτενέργητος δι᾿ ὅλων ὡσαύτως ἐνεργεῖ, τῶν μεταδιδόντων ὁμοῦ καὶ τῶν μεταλαμβάνειν αὐτῆς δυναμένων. Πολὺ δὴ οὖν κρεῖττόν ἐστι τὸ νυνὶ λεγόμενον, τὸ μὴ δι’ ἐναντιώσεως ἢ διαφορότητος ἀποτελεῖσθαι τὰ τῶν θεῶν ἔργα, ὥσπερ δὴ τὰ γιγνόμενα εἴωθεν ἐνεργεῖσθαι, ταὐτότητι δὲ καὶ ἑνώσει καὶ ὁμολογίᾳ τὸ πᾶν ἔργον ἐν αὐτοῖς κατορθοῦσθαι. ἐὰν μὲν οὖν καλοῦν ἢ καλούμενον ἢ ἐπιτάττον ἢ ἐπιταττόμενον ἢ κρεῖττον ἢ χεῖρον διαιρῶμεν, τὴν τῶν γενέσεων ἐπὶ τὰ τῶν θεῶν ἀγέννητα ἀγαθὰ μεταφέρομέν πως ἐναντιότητα, ἐὰν δὲ πάντων τούτων ὡς γηγενῶν καθάπερ ἐστὶ δίκαιον ὑπερίδωμεν, τὸ δὲ κοινὸν καὶ ἀπλοῦν ὡς τιμιώτερον ἀποδῶμεν ποῖς ὑπερέχουσι τῶν ἐνταῦθα ποικιλίας, ἀνῄρηται εὐθὺς ἡ πρώτη τῶν ζητημάτων τούτων ὑπόθεσις, ὥστε οὐδεμία περὶ αὐτῶν εὔλογος ἀπολείπεται ἀμφισβήτησις.