Ancient Greek · ~7 min
Chapter 4
Iamblichus, De Mysteriis 4.5
Not analysed yet
Καὶ πρὸς τὴν πρόνοιαν δὲ τὸ αὐτὸ τοῦτο κοινῶς εἰώθασιν οἱ πολλοὶ προσαπορεῖν, οἵ τινες παρὰ τὴν ἀξίαν κακῶς πάσχουσι μηδὲν ἠδικηκότες πρότερον. οὐδὲ γὰρ ἐνταῦθα δύνανται ἀναλογίζεσθαι, τίς οὖσα ἡ ψυχὴ καὶ τίνα ἔχουσα τὴν ὅλην ζωὴν καὶ πόσα ἐν προτέροις βίοις διαμαρτήσασα τυγχάνει, καὶ εἰ ἄρα πάσχει ταῦτα ἅπερ ἐποίησε πρότερον· πολλὰ δὲ καὶ λανθάνει τὰς ἀνθρωπίνας διαγνώσεις ἀδικήματα, τοῖς δὲ θεοῖς ἐστὶ γνώριμα, ἐπεὶ οὐδὲ τὸν αὐτὸν σκοπὸν τοῖς ἀνθρώποις προτίθενται τῆς δικαιοσύνης. ἀλλ’ οἱ μὲν ἄνθρωποι τὴν ἰδίαν τῆς ψυχῆς αὐτοπραγίαν καὶ τὴν κατὰ τοὺς καθεστῶτας νόμους καὶ τὴν κρατοῦσαν πολιτείαν διανομὴν τῆς ἀξίας ἀφορίζονται εἶναι δικαιοσύνην· οἱ μέντοι θεοὶ πρὸς τὴν ὅλην τοῦ κόσμου διάταξιν καὶ πρὸς τὴν συντέλειαν τοῖς θεοῖς τῶν ψυχῶν ἀποβλέποντες, τὴν κρίσιν τῶν δικαιωμάτων ἐπιβάλλουσι. διόπερ δὴ ἄλλως μὲν παρὰ τοῖς θεοῖς ἄλλως δὲ παρ’ ἡμῖν τῶν δικαίων ἡ κρίσις γίνεται· καὶ οὐκ ἂν θαυμάσαιμι, εἰ μὴ ἐφικνούμεθα ἐν τοῖς πλείστοις τῆς ἄκρας καὶ τελειοτάτης τῶν κρειττόνων κρίσεως. Τί δὲ κωλύει καθ’ ἑαυτὸν ἑκάστῳ καὶ μετὰ τῆς ὅλης συγγενείας τῶν ψυχῶν παρὰ τοῖς θεοῖς πολὺ διαφερόντως δοκιμάζεσθαι τὸ δίκαιον; εἴπερ γὰρ ἡ κοινωνία τῆς αὐτῆς φύσεως ἔν τε σώμασι καὶ ἄνευ σωμάτων οὔσαις ταῖς ψυχαῖς συμπλοκήν τινα τὴν αὐτὴν πρὸς τὴν τοῦ κόσμου ζωὴν καὶ τάξιν ἐναπεργάζεται κοινήν, καὶ τὴν ἔκτισιν τῆς δίκης ἀναγκαῖον ἀπαιτεῖσθαι ἀφ’ ὅλων, καὶ μάλιστα ἡνίκα ἂν τὸ μέγεθος τῶν μιᾷ προϋπηργμένων ἀδικημάτων ὑπεραίρῃ τὴν ἀπὸ μιᾶς τῆς ἀκολούθου τοῖς πλημμελήμασι τιμωρίας ἀποπλήρωσιν· εἰ δέ τις καὶ ἄλλους προστιθείη διορισμούς, καθ’ οὓς ἐπιδείκνυσιν ἑτέρως τὰ δίκαια παρὰ τοῖς θεοῖς ἔχοντα ἢ ὡς παρ’ ἡμῖν διέγνωσται, γένοιτ’ ἂν καὶ ἀπ’ ἐκείνων ἔφοδος ἡμῖν ἐπὶ τὸ προκείμενον· ἀλλ’ ἐμοὶ καὶ οἱ προειρημένοι μόνοι κανόνες ἐξαρκῶσιν εἰς τὸ δηλῶσαι τὸ καθόλου καὶ πάντα περιέχον γένος τῆς ἐν ταῖς δίκαις ἰατρείας.