Ancient Greek · ~7 min
Chapter 5
Iamblichus, De Mysteriis 5.15
Not analysed yet
Σκεψώμεθα δὴ τὸ μετὰ τοῦτο συμφώνως τοῖς προειρημένοις καὶ τὴν ἡμετέραν διπλῆν κατάστασιν· ὅτε μὲν γὰρ ὅλοι ψυχὴ γιγνόμεθα καί ἐσμεν ἔξω τοῦ σώματος, μετέωροί τε τῷ νῷ μεθ’ ὅλων τῶν ἀύλων θεῶν μετεωροπολοῦμεν· ὅτε δ’ αὖ δεδέμεθα ἐν τῷ ὀστρεώδει σώματι, καὶ ὑπὸ τῆς ὕλης κατεχόμεθα, καί ἐσμεν σωματοειδεῖς· πάλιν οὖν ἥκει τῆς θρησκείας ὁ διπλοῦς τρόπος· ὁ μὲν γὰρ ἔσται ἁπλοῦς ἀσώματος ἁγνὸς ἀπὸ πάσης γενέσεως, ὅστις ταῖς ἀχράντοις ἐπιβάλλει ψυχαῖς, ὁ δ’ ἀναπιμπλάμενος τῶν σωμάτων καὶ τῆς ἐνύλου πάσης πραγματείας, ὅστις ταῖς μὴ καθαραῖς πρέπει ψυχαῖς μηδὲ ἀπολυθείσαις πάσης γενέσεως. καὶ θυσιῶν τοίνυν τίθημι διττὰ εἴδη· τὰ μὲν τῶν ἀποκεκαθαρμένων παντάπασιν ἀνθρώπων, οἷα ἐφ’ ἑνὸς ἄν ποτε γένοιτο σπανίως, ὥς φησιν Ἡράκλειτος, ἤ τινων ὀλίγων εὐαριθμήτων ἀνδρῶν, τὰ δ’ ἔνυλα καὶ σωματοειδῆ καὶ διὰ μεταβολῆς συνιστάμενα, οἶα τοῖς ἔτι κατεχομένοις ὑπὸ τοῦ σώματος ἁρμόζει. πόλεσι τοίνυν καὶ δήμοις οὐκ ἀπολελυμένοις τῆς γενεσιουργοῦ μοίρας καὶ τῆς ἀντεχομένης τῶν σωμάτων κοινωνίας, εἰ μὴ δώσει τις τὸν τοιοῦτον τρόπον τῆς ἁγιστείας, ἀμφοτέρων διαμαρτήσει, καὶ τῶν ἀύλων ἀγαθῶν καὶ τῶν ἐνύλων· τὰ μὲν γὰρ οὐ δύναται δέξασθαι, τοῖς δὲ οὐ προσάγει τὸ οἰκεῖον. καὶ ἅμα ἕκαστος καθόσον ἐστίν, οὐ μέντοι καθόσον μή ἐστι, ποιεῖται τῆς θυσίας τὴν ἐπιμέλειαν· οὐκ ἄρα δεῖ αὐτὴν ὑπεραίρειν τὸ οἰκεῖον μέτρον τοῦ θεράποντος. Ὁ δ’ αὐτός ἐστί μοι λόγος καὶ περὶ τῆς συμπλοκῆς τῆς οἰκείως συναρμοζομένης τῶν θεραπευόντων ἀνδρῶν καὶ τῶν θεραπευομένων δυνάμεων. καὶ γὰρ ταύτην τὸν ἑαυτῇ πρόσφορον τρόπον τῆς θρησκείας ἐκλέγεσθαι ἀξιῶ, ἄυλον μὲν τὴν ἀύλως συμμιγνυμένην, καὶ ταῖς ἀσωμάτοις καθαραῖς δυνάμεσι πρὸς αὐτὰ καθαρῶς τὰ ἀσώματα συναπτομένην, σωματοειδῶς δὲ τὴν σωματοειδῆ, καὶ μετὰ σωμάτων συνηρτημένην, πρὸς τὰς σώμασιν ἐπιβεβηκυίας οὐσίας ἀνακεραννυμένην.