Ancient Greek · ~8 min
Chapter 5
Iamblichus, De Mysteriis 5.21
Not analysed yet
Οἶμαι τοίνυν καὶ τοῦτο ἂν προσομολογῆσαι πάντας τοὺς φιλοθεάμονας τῆς θεουργικῆς ἀληθείας, ὡς οὐκ ἐκ μέρους χρὴ οὐδὲ ἀτελῶς συνυφαίνειν τοῖς θείοις τὴν ἐπιβάλλουσαν αὐτοῖς εὐσέβειαν. ἐπειδὴ τοίνυν πρὸ τῆς παρουσίας τῶν θεῶν προκινοῦνται πᾶσαι δυνάμεις ὅσαι αὐταῖς ὑπόκεινται, καὶ ὅταν μέλλωσι κινεῖσθαι ἐπὶ γῆν προηγοῦνται αὐτῶν καὶ προπομπεύουσιν, ὁ μὲν μὴ ἀπονείμας πᾶσι τὸ πρόσφορον καὶ κατὰ τὴν ἐπιβάλλουσαν τιμὴν ἕκαστον δεξιωσάμενος ἀτελὴς ἀπέρχεται καὶ ἄμοιρος τῆς μετουσίας τῶν θεῶν, ὁ δὲ πάντα ἱλεωσάμενος καὶ ἑκάστῳ τὰ κεχαρισμένα καὶ κατὰ δύναμιν ὁμοιότατα γέρα προσενεγκών, ἀσφαλὴς καὶ ἄπταιστος ἀεὶ διαμένει, τέλεον καὶ ὁλόκληρον τὴν ὑποδοχὴν τοῦ θείου χοροῦ καλῶς ἀποπληρώσας. ὁπότε δὴ οὖν τοῦτο οὕτως ἔχει, πότερον ἀπλοῦν καὶ ἐξ ὀλίγων δή τινων συνιστάμενον τὸν τρόπον εἶναι δεῖ τῆς ἁγιστείας, ἢ πολύτροπον καὶ παναρμόνιον καὶ ἀπὸ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν ἐν τῷ κόσμῳ συγκεκροτημένων; Εἰ μὲν οὖν ἁπλοῦν τι καὶ μιᾶς τάξεως τὸ παρακαλούμενον καὶ κινούμενον ἦν ἐν ταῖς ἁγιστείαις, ἁπλοῦς ἂν ἦν καὶ τῶν θυσιῶν ἐξ ἀνάγκης ὁ τρόπος· εἰ δὲ τῶν μὲν ἄλλων οὐδενὶ περιληπτόν, ὅσον ἐγείρεται πλῆθος δυνάμεων ἐν τῷ κατιέναι καὶ κινεῖσθαι τοὺς θεούς, μόνοι δὲ οἱ θεουργοὶ ταῦτα ἐπὶ τῶν ἔργων πειραθέντες ἀκριβῶς γιγνώσκουσι, μόνοι οὗτοι καὶ δύνανται γιγνώσκειν τίς ἐστιν ἡ τελεσιουργία τῆς ἱερατικῆς, καὶ τὰ παραλειπόμενα ἴσασι, κἂν βραχέα ᾖ, ὅτι τὸ ὅλον τῆς θρησκείας ἔργον ἀνατρέπει, ὥσπερ ἐν ἁρμονίᾳ μιᾶς χορδῆς ῥαγείσης ἡ ὅλη ἀνάρμοστός τε καὶ ἀσύμμετρος γίνεται· ὥσπερ οὖν ἐπὶ τῶν φανερῶν θείων καθόδων ἐναργὴς ἡ βλάβη γίνεται τοῖς ἀτίμητόν τινα τῶν κρειττόνων περιλιποῦσιν, οὕτω καὶ ἐπὶ τῆς ἀφανοῦς αὐτῶν παρουσίας ἐν ταῖς θυσίαις οὐ τὸν μὲν τὸν δ’ οὔ, πάνυ δὲ τιμητέον καθ’ ἥν ἕκαστος εἴληχε τάξιν. ὁ δὲ ἀγέραστόν τινα ἀφεὶς συνέχεε τὸ ὅλον, καὶ τὴν μίαν καὶ ὅλην διακόσμησιν διέσπασεν· οὐχ ὡς ἄν τις οὖν νομίσειεν, ἀτελῆ τὴν ὑποδοχὴν ἐποιήσατο, ἀλλὰ καὶ τὸ παράπαν τὴν ὅλην ἀνέστρεφεν ἁγιστείαν.