Ancient Greek · ~2 min
Chapter 21
Iamblichus, Protrepticus 21.13
Not analysed yet
ιγ΄ Τὸ δὲ ζυγὸν μὴ ὑπερβαίνειν δικαιοπραγεῖν παρακελεύεται καὶ προτιμᾶν ἰσότητα καὶ μετριότητα θαυμαστῶς καὶ τὴν τελειοτάτην ἀρετὴν γιγνώσκειν δικαιοσύνην, ἧς συμπληρωτικαὶ αἱ λοιπαὶ καὶ ἧς ἄνευ τῶν ἄλλων οὐδὲν ὄφελος· καὶ οὐ παρέργως αὐτὴν εἰδέναι χρή, ἀλλὰ διὰ θεωρημάτων καὶ ἐπιστημονικῆς ἀποδείξεως. τοῦτο δὲ οὐδεμιᾶς ἄλλης ἔργον ἐστὶ τέχνης εἰδέναι καὶ ἐπιστήμης πλὴν μόνης φιλοσοφίας τῆς κατὰ Πυθαγόραν, ἥτις ἐξαιρέτως τῶν ἄλλων τὰ μαθήματα προτιμᾷ.