# Protrepticus 21.14

Iamblichus, Protrepticus, Chapter 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/iamblichus/protrepticus/21.14

ιδ΄ Εἰς ταὐτὸ δὲ φέρει καὶ τὸ ἀποδημῶν τῆς οἰκίας μὴ ἐπιστρέφου· Ἐρινύες γὰρ μετέρχονται. καὶ γὰρ τοῦτο εἰς φιλοσοφίαν προτρέπει καὶ τὴν κατὰ νοῦν αὐτοπραγίαν. δηλοῖ τε καὶ προλέγει τὸ σύμβολον ἐναργῶς ὅτι φιλοσοφεῖν ἐπιβαλλόμενος χώριζε σαυτὸν πάντων σωματικῶν καὶ αἰσθητῶν, καὶ ὄντως θανάτου μελέτην ποιοῦ ἐπὶ τὰ νοητὰ καὶ ἄυλα καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα ἀμεταστρεπτὶ χωρῶν διὰ τῶν προσηκόντων μαθημάτων. ἀποδημία μὲν γὰρ μετάστασις τόπου, θάνατος δὲ ὁ τῆς ψυχῆς χωρισμὸς ἀπὸ τοῦ σώματος, οὗτος δὲ τὸ φιλοσοφεῖν ὡς ἀληθῶς καὶ ἄνευ αἰσθητηρίων καὶ σωματικῶν ἐνεργειῶν καθαρῷ τῷ νῷ χρῆσθαι εἰς κατάληψιν τῆς ἐν τοῖς οὖσιν ἀληθείας, ἥπερ ἐπέγνωσται σοφία οὖσα. φιλοσοφεῖν δὴ ἐπιβαλλόμενος μὴ ἐπιστρέφου μηδὲ καθέλκου πρὸς τὰ πρότερα καὶ ἐν συντροφίᾳ σοι διατελέσαντα σωματικά· μετάνοια γὰρ ἐκ τούτου πολλή σοι παρέψεται ἐμποδιζομένῳ εἰς τὰς ὑγιεῖς καταλήψεις ὑπὸ τῆς περὶ τὰ σωματικὰ ἀχλύος. τὴν δὲ μετάνοιαν Ἐρινὺν μετωνόμασε.

---

Iamblichus, Protrepticus, ed. Ermenegildo Pistelli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2023.tlg002.local001/.
