# Protrepticus 21.25a

Iamblichus, Protrepticus, Chapter 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/iamblichus/protrepticus/21.25a

κε΄ Καὶ ἄλλο δέ τι τούτοις ὅμοιον εἰς τὴν αὐτήν τε ἀρετὴν προτρέπον ἐστὶ τὸ τοιοῦτον σύμβολον· περὶ θεῶν μηδὲν θαυμαστὸν ἀπίστει, μηδὲ περὶ θείων δογμάτων. ἱκανῶς γὰρ τὸ δόγμα τοῦτο σεβαστικὸν ὑπάρχει καὶ ἐμφαντικὸν τῆς τῶν θεῶν ὑπεροχῆς, ἐφοδιάζον ἡμᾶς καὶ ὑπομιμνῇσκον ὅτι οὐκ ἀπὸ τῆς ἡμῶν αὐτῶν συγκρίσεως χρὴ τεκμαίρεσθαι καὶ τὴν θείαν δύναμιν, ἀλλʼ ἡμῖν μὲν ἄτε σωματικοῖς ὑπάρχουσι γενητοῖς τε καὶ φθαρτοῖς καὶ προσκαίροις, ὑποκειμένοις τε νόσων ποικιλίᾳ καὶ ὄγκου μικρότητι καὶ τῆς ἐπὶ τὸ μέσον φορᾶς τῇ βαρήσει καὶ ὑπνωδίᾳ καὶ ἐνδείᾳ καὶ πλεονασμῷ ἀβουλίᾳ τε καὶ ἀσθενείᾳ καὶ ψυχῆς παραποδισμῷ καὶ τοῖς ἄλλοις, εἰκὸς ἀμήχανά τινα καὶ ἀδύνατα ὑπάρχειν. καίτοι πολλὰ οὕτω παρὰ τῆς φύσεως ἔχομεν ἐξαίρετα, ἀλλʼ ὅμως πάντῃ τῶν θεῶν ἀπολειπόμεθα, καὶ οὔτε δύναμιν τὴν αὐτὴν οὔτε ἀρετὴν ἴσην πρὸς αὐτοὺς ἔχομεν. γνῶσιν οὖν θεῶν διαφερόντως τοῦτο εἰσηγεῖται, ὡς πάντα δυναμένων αὐτῶν. διὰ τοῦτο δὴ οὖν περὶ θεῶν μηδὲν ἀπιστεῖν παραγγέλλει. πρόσκειται δὲ μηδὲ περὶ θείων δογμάτων, τῶν τῇ Πυθαγορικῇ φιλοσοφίᾳ δοκούντων· ταῦτα γὰρ ὑπὸ μαθημάτων καὶ ἐπιστήμονος θεωρίας ἠσφαλισμένα ἀληθῆ καὶ ἀδιάψευστα μόνα ὑπάρχει, ἀποδείξει παντοίᾳ καὶ συναναγκασμῷ ὠχυρωμένα. τὰ δὲ αὐτὰ ταῦτα δύναται καὶ πρὸς τὴν ἐπιστήμην τὴν περὶ θεῶν προτρέπειν· παραγγέλλει γὰρ ἐπιστήμην τοιαύτην κτήσασθαι, διʼ ἧς οὐδενὶ ἀπιστήσομεν τῶν λεγομένων περὶ θεῶν καὶ περὶ θείων δογμάτων. δύναται παραινεῖν τὰ αὐτὰ καὶ τὸ διὰ μαθημάτων χωρεῖν· ὀμματουργὰ γὰρ ταῦτα μόνα καὶ φωτοποιὰ περὶ τῶν ὄντων ἁπάντων τῷ μέλλοντι σκέψεσθαι καὶ κατόψεσθαι αὐτά. ἐκ γὰρ τοῦ μαθημάτων μετασχεῖν ἓν πρὸ πάντων συνίσταται, τὸ μὴ ἀπιστεῖν μήτε περὶ φύσεως θεῶν μήτε περὶ οὐσίας μήτε περὶ δυνάμεως, μηδὲ μὴν περὶ τῶν Πυθαγορικῶν δογμάτων τερατολογεῖσθαι δοκούντων τοῖς ἀνεισάκτοις καὶ μαθημάτων ἀμυήτοις· ὥστε τὸ ῾ μὴ ἀπίστειʼ ἴσον ἐστὶ τῷ μετέρχου καὶ κτῶ ἐκεῖνα διʼ οὐκ ἀπιστήσεις, τουτέστι μαθήματα καὶ ἐπιστημονικὰς ἀποδείξεις.

---

Iamblichus, Protrepticus, ed. Ermenegildo Pistelli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2023.tlg002.local001/.
