Ancient Greek · ~3 min
Chapter 21
Iamblichus, Protrepticus 21.26
Not analysed yet
κϚ΄ Τὸ δὲ ἀσχέτῳ γέλωτι μὴ ἔχεσθαι δηλοῖ κρατεῖν τῶν παθῶν διὰ λόγου φιλοσόφου ἐπέχειν τε τὸ εὐμετάβλητον καὶ οὐ μόνιμον τῶν ἀνθρωπίνων παθῶν· ὑπομίμνῃσκε δὲ σαυτὸν τοῦ ὀρθοῦ λόγου, μήτε ἄρα εὐτυχίαις ἐπιχαυνοῦ μήτε συμφοραῖς συνταπεινοῦ ἐν οὐθετέρῳ μεταβολῆς ἔννοιαν ὑπολογιζόμενος. τὸν δὲ γέλωτα ὑπὲρ πάντων τῶν παθῶν ὠνόμασεν, ὅτι μόνος μάλιστα ἐκφανῶς μηνύεται, ὥσπερ τι ἐπάνθημα ὑπάρχων καὶ ἐπίφλεγμα μέχρι προσώπου τῆς διαθέσεως. ἴσως δὲ ,ἐπειδὴ ἀνθρώπου ἴδιον παρὰ τὰ ἄλλα ζῷα οὗτος (ὁρίζονται γοῦν τινες ζῷον αὐτὸ γελαστικὸ εἶναι), δηλοῦται ὑπὸ τοῦ παραγγέλματος τὸ μὴ ἐπιμόνως καὶ ἀμεταβλήτως τῇ ἀνθρωπότητι ἔμμενε, ἀλλὰ μίμησιν θεοῦ κατὰ τὸ δυνατὸν κτῶ φιλοσοφῶν καὶ τοῦ ἰδιώματος τούτου τῶν ἀνθρώπων ὑπεκχωρῶν προκρίνων τε τὸ λογικὸν τοῦ γελαστικοῦ εἰς διάκρισιν καὶ διαφορὰν πρὸς τὰ λοιπὰ ζῷα.