# Protrepticus 21.27

Iamblichus, Protrepticus, Chapter 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/iamblichus/protrepticus/21.27

κζ΄ Τὸ δὲ παρὰ θυσίᾳ μὴ ὁνυχίζου περὶ φιλίας ἐστὶ προτρεπτικόν· τῶν γὰρ οἰκείων καὶ προσηκόντων ἡμῖν ἐξ αἵματος οἱ μὲν ἔγγιστα γένους εἰσὶν ἀδελφοὶ καὶ τέκνα καὶ γονεῖς, ἐοικότες τοῖς μέρεσιν ἡμῶν ἅπερ ἀφαιρεθέντα ἄλγημα οὐ τὸ τυχὸν παρέχει καὶ κολούρωσιν, οἷον δάκτυλοι χεῖρες ὦτα ῥὶν καὶ τὰ ὅμοια· οἱ δʼ ἐξ ἀποστήματος πολλοῦ προσῳκειωμένοι, οἷον ἀνεψιάδαι ἢ πατραδέλφων γαμβροντιδεῖς ἢ τοιοῦτοί τινες, ἐοίκασιν ἑκάστου ἡμῶν τοῖς μέρεσιν ὧν τεμνομένων ἄλγησις οὐδεμία παραγίνεται, οἷον θριξὶ καὶ ὄνυξι καὶ τοῖς ὁμοίοις. βουλόμενος οὖν ἐκείνους τοὺς συγγενεῖς δηλῶσαι τοὺς παρὰ τὸν ἄλλον χρόνον ἠμελημένους διὰ τὴν ἀπόστασιν, τοῖς ὄνυξιν ἐχρήσατο καὶ εἶπε· μὴ ἀποτίθεσο παντάπασι τούτους, ἀλλʼ ἔν γε θυσίαις, εἰ καὶ τῷ ἄλλῳ χρόνῳ παρημελήθησαν, πρόσαγε αὐτοὺς σαυτῷ καὶ ἀνανέου τὴν οἰκειότητα.

---

Iamblichus, Protrepticus, ed. Ermenegildo Pistelli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2023.tlg002.local001/.
