# Protrepticus 21.3

Iamblichus, Protrepticus, Chapter 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/iamblichus/protrepticus/21.3

γʹ Ἡ δʼ ἐπὶ τὸ αὐτὸ προτροπὴ καὶ ἀπὸ τοῦ ἑξῆς γένοιτο ἄν· τὸ γὰρ ἀνυπόδητος θῦε καὶ προσκύνει ἓν μὲν σημαίνει τὸ δεῖν κοσμίως καὶ μετρίως καὶ μὴ ὑπερέχοντας τῆς ἐν τῇ γῇ τάξεως τοὺς θεοὺς θεραπεύειν καὶ τὴν ὑπὲρ αὐτῶν γνῶσιν ποιεῖσθαι, ἕτερον δὲ τὸ δεῖν δεσμῶν χωρὶς καὶ εὔλυτον ὄντα τὴν θεραπείαν καὶ γνῶσιν τῶν θεῶν ποιεῖσθαι. ταῦτα δὲ οὐκ ἐπὶ τοῦ σώματος μόνου παραγγέλλει τὸ σύμβολον διαπράττεσθαι, ἀλλὰ καὶ ἐπὶ τῶν τῆς ψυχῆς ἐνεργειῶν, ὡς μήτε ὑπὸ παθῶν αὐτὰς κατέχεσθαι μήτε ὑπὸ τῆς τοῦ σώματος ἀσθενείας μήτε ὑπὸ τῆς περιπεφυκυίας ἔξωθεν ἡμῖν γενέσεως, εὔλυτα δὲ πάντα ἔχειν καὶ ἕτοιμα πρὸς τὴν μετουσίαν τῶν θεῶν.

---

Iamblichus, Protrepticus, ed. Ermenegildo Pistelli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2023.tlg002.local001/.
