Ancient Greek · ~2 min
Chapter 21
Iamblichus, Protrepticus 21.30
Not analysed yet
λ΄ Τὸ δὲ καρδίαν μὴ τρῶγε σημαίνει τὸ μὴ δεῖν τὴν ἕνωσιν τοῦ παντὸς καὶ τὴν σύμπνοιαν διασπᾶν, καὶ ἔτι μᾶλλον τὸ μὴ ἴσθι βάσκανος, ἀλλὰ φιλάνθρωπος καὶ κοινωνικός. ἐκ δὲ τούτου φιλοσοφεῖν παραινεῖ· μόνη γὰρ αὕτη ἐπιστημῶν καὶ τεχνῶν οὔτε ἐπιλυπεῖται ἀγαθοῖς ἀλλοτρίοις οὔτε ἐπιχαίρει κακοῖς τοῖς πέλας, ἄτε φύσει συγγενεῖς καὶ οἰκείους ὁμοιοπαθεῖς τε καὶ κοινῇ ὑποκειμένους τύχῃ ἀπροόρατόν τε τὸ μέλλον ἔχοντας τοὺς ἀνθρώπους πάντας ὁμαλῶς ἀποφαίνουσα· διόπερ συμπαθεῖς τε καὶ φιλαλλήλους παραγγέλλει εἶναι, κοινωνικόν τε ὡς ἀληθῶς καὶ λογικὸν ζῷον.