# Protrepticus 21.Section toc

Iamblichus, Protrepticus, Chapter 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/iamblichus/protrepticus/21.Section%20toc

α΄. Εἰς ἱερὸν ἀπιὼν προσκυνῆσαι μηδὲν ἄλλο μεταξὺ βιωτικὸν μήτε λέγε μήτε πράττε. βʹ. Ὁδοῦ πάρεργον οὔτε εἰσιτέον εἰς ἱερὸν οὔτε 312K προσκυνητέον τοπαράπαν, οὐδʼ εἰ πρὸς ταῖς θύραις 132 A αὐταῖς παριὼν γένοιο. γʹ. Ἀνυπόδητος θῦε καὶ προσκύνει. δʹ. Τὰς λεωφόρους ὁδοὺς ἐκκλίνων διὰ τῶν ἀτραπῶν βάδιζε. εʹ. Μελανούρου ἀπέχου· χθονίων γάρ ἐστι θεῶν. ϛʹ. Γλώσσης πρὸ τῶν ἄλλων κράτει θεοῖς ἑπόμενος. ζ΄. Ἀνέμων πνεόντων τὴν ἠχὼ προσκύνει. η΄. Πῦρ μαχαίρῃ μὴ σκάλευε. θʹ, Ὀξίδα ἀπὸ σεαυτοῦ ἀπόστρεφε πᾶσαν. ι΄. Ἀνδρὶ ἐπανατιθεμένῳ μὲν φορτίον συνέπαιρε, μὴ συγκαθαίρει δὲ ἀποτιθεμένῳ. ια΄. Εἰς μὲν ὑπόδησιν τὸν δεξιὸν πόδα προπάρεχε, εἰς δὲ ποδόνιπτρον τὸν εὐώνυμον. ιβ΄. Περὶ Πυθαγορείων ἄνευ φωτὸς μὴ λάλει. ιγʹ. Ζυγὸν μὴ ὑπέρβαινε. ιδ΄. Ἀποδημῶν τῆς οἰκίας μὴ ἐπιστρέφου Ἐρινύες γὰρ μετέρχονται. ιεʹ. Πρὸς ἥλιον τετραμμένος μὴ οὔρει. ις΄. Δᾳδίῳ θᾶκον μὴ ἀπόμασσε. ιζ΄. Ἀλεκτρυόνα τρέφε μὲν μὴ θῦε δέ· μήνῃ γὰρ καὶ ἡλίῳ καθιέρωται. ιη΄. Ἐπὶ χοίνικι μὴ καθέζου. ιθʹ. Γαμψώνυχον μηδὲν παράτρεφε. κ΄. Ἐν ὁδῷ μὴ σχίζε. κα΄. Χελιδόνα οἰκίᾳ μὴ δέχου. κβ΄. Δακτύλιον μὴ φόρει. κγ΄. Θεοῦ τύπον μὴ ἐπίγλυφε δακτυλίῳ. κδ΄. Παρὰ λύχνον μὴ ἐσοπτρίζου. κε΄. Περὶ θεῶν μηθὲν θαυμαστὸν ἀπίστει, μηδὲ περὶ θείων δογμάτων. κϛ΄. Ἀσχέτῳ γέλωτι μὴ ἔχεσθαι. κζ΄. Παρὰ θυσίᾳ μὴ ὀνυχίζου. κη΄. Δεξιὰν μὴ παντὶ ῥᾳδίως ἔμβαλλε. κθ΄. Στρωμάτων ἀναστὰς συνέλισσε αὐτὰ καὶ τὸν τύπον συνστόρνυε. λ΄. Καρδίαν μή τρῶγε. λα΄. Ἐγκέφαλον μὴ ἔσθιε. λβʹ, Ἀποκαρμάτων σῶν καὶ ἀπονυχισμάτων κατάπτυε. λγ΄. Ἐρυθῖνον μὴ προσλαμβάνου. λδ΄. Χύτρας ἴχνος ἀπὸ σποδοῦ ἀφάνιζε. λε΄. Χρυσὸν ἐχούσῃ μὴ πλησίαζε ἐπὶ τεκνοποιίᾳ. λϚ΄. Προτίμα τὸ σχῆμα καὶ βῆμα τοῦ σχῆμα καὶ τριώβολον. λζ΄. Κυάμων ἀπέχου. λη΄. Μολόχην ἐπιφύτευε μέν, μὴ ἔσθιε δέ. λθ΄. Ἐμψύχων ἀπέχου. Ταῦτα δὴ πάντα κοινῶς μὲν προτρεπτικά ἐστι πρὸς πᾶσαν ἀρετήν, κατʼ ἰδίαν δὲ ἕκαστα πρὸς ἑκάστην ἀρετήν· πρὸς μέρη τε φιλοσοφίας καὶ μαθήσεως ἄλλα ἄλλως προσοικειοῖ, οἷον εὐθὺς τὰ πρῶτα εἰς εὐσέβειαν καὶ τὴν θείαν ἐπιστήμην ἐστὶ παρακλητικά.

---

Iamblichus, Protrepticus, ed. Ermenegildo Pistelli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2023.tlg002.local001/.
