# περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 214

Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος, ΛΒ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/iamblichus/text/214

Περὶ δὲ ἀνδρείας πολλὰ μὲν ἤδη καὶ τῶν εἰρημένων οἰκείως καὶ πρὸς αὐτὴν ἔχει, οἷον τὰ περὶ Τιμύχαν [θαυμαστὰ ἔργα] καὶ τὰ τῶν ἑλομένων ἀποθανεῖν πρὸ τοῦ τι παραβῆναι τῶν ὁρισθέντων ὑπὸ Πυθαγόρου [περὶ κυάμων] καὶ ἄλλα τὰ τῶν τοιούτων ἐπιτηδευμάτων ἐχόμενα, ὅσα τε Πυθαγόρας αὐτὸς ἐπετέλεσε γενναίως, ἀποδημῶν πανταχοῦ μόνος καὶ πρὸς πόνους καὶ κινδύνους ἀμηχάνους ὅσους παραβαλλόμενος, ἑλόμενος δὲ καὶ τὴν πατρίδα ἀπολιπεῖν καὶ ἐπὶ τῆς ἀλλοδαπῆς διατρίβων, τυραννίδας δὲ καταλύων καὶ πολιτείας συγκεχυμένας διατάττων, ἐλευθερίαν τε ἀπὸ δουλείας ταῖς πόλεσι παραδιδοὺς καὶ τὴν παρανομίαν παύων ὕβριν τε καταλύων καὶ τοὺς ὑβριστὰς καὶ τυραννικοὺς κολούων, καὶ τοῖς μὲν δικαίοις καὶ ἡμέροις πρᾶον ἑαυτὸν παρέχων καθηγεμόνα, τοὺς δὲ ἀγρίους ἄνδρας καὶ ὑβριστὰς ἀπελαύνων τῆς συνουσίας καὶ μὴ θεμιστεύειν τούτοις ἀπαγορεύων, καὶ τοῖς μὲν συναγωνιζόμενος προθύμως, τοῖς δὲ παντὶ σθένει ἐνιστάμενος.

---

Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος, ed. August Nauck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2023.tlg001.local001/.
