# De vita Pythagorica 256

Iamblichus, De vita Pythagorica, ΛΕ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/iamblichus/text/256
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/iamblichus/text/256
CTS URN: urn:cts:greekLit:tlg2023.tlg001:256

ὁμοιοτρόπως δὲ μηδ’ ἐκ τῆς κλίνης ἀνισταμένοις ὕστερον ἢ τὸν ἥλιον ἀνίσχειν, μηδὲ δακτύλιον ἔχοντα θεοῦ σημεῖον φορεῖν, ἀλλὰ τὸν μὲν παρατηρεῖν ὅπως ἀνιόντα προσεύξωνται, τὸν δὲ μὴ περιτίθεσθαι, φυλαττομένους μὴ προσενέγκωσι πρὸς ἐκφορὰν ἤ τινα τόπον οὐ καθαρόν· ὁμοίως δὲ μηδ’ ἀπροβούλευτον μηδ’ ἀνυπεύθυνον μηδὲν ποιεῖν, ἀλλὰ πρωὶ μὲν προχειρίζεσθαι τί πρακτέον, εἰς δὲ τὴν νύκτα ἀναλογίζεσθαι τί διῳκήκασιν, ἅμα τῷ σκοπεῖσθαι καὶ τὴν μνήμην γυμναζομένους· παραπλησίως δ’, εἴ τις τῶν κοινωνούντων τῆς διατριβῆς ἀπαντῆσαι κελεύσειεν εἴς τινα τόπον, ἐν ἐκείνῳ περιμένειν ἕως ἔλθοι, δι’ἡμέρας καὶ νυκτός, πάλιν ἐν τούτῳ τῶν Πυθαγορείων συνεθιζόντων μεμνῆσθαι τὸ ῥηθὲν καὶ μηδὲν εἰκῆ λέγειν.

---

Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος, ed. August Nauck. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2023.tlg001.local001/.
