Ancient Greek · ~2 min
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ., Chapter 1
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 1-10
Not analysed yet
I. Ἐπεὶ εὐξάμενος τῷ θεῷ ἐπέτυχον ἰδεῖν ὑμῶν τὰ ἀξιόθεα πρόσωπα, ὡς καὶ πλέον ᾐτούμην λαβεῖν· δεδεμένος γὰρ ἐν Χριστῷ Ἰησοῦ ἐλπίζω ὑμᾶς ἀσπάσασθαι, ἐάνπερ θέλημα ᾗ τοῦ ἀξιωθῆναί με εἰς τέλος εἶναι. 2. ἡ μὲν γὰρ ἀρχὴ εὐοικονόμητός ἐστιν, ἐάνπερ χάριτος ἐπιτύχω εἰς τὸ τὸν κλῆρόν μου εἰς πέρας ἀνεμποδίστως ἀπολαβεῖν. φοβοῦμαι γὰρ τὴν ἀγάπην ὑμῶν, μὴ αὐτή με ἀδικήσῃ· ὑμῖν γὰρ εὐχερές ἐστιν, ὃ θέλετε ποιῆσαι, ἐμοὶ δὲ δύσκολόν ἐστιν τοῦ θεοῦ ἐπιτυχεῖν, ἐάνπερ ὑμεῖς μὴ φείσησθέ μου προφάσει φιλίας σαρκίνης.