Ancient Greek · ~2 min
ΠΡΟΣ ΤΡΑΛΛΙΑΝΟΥΣ., Chapter 1
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 1-2
Not analysed yet
Ι. Ἄμωμον διάνοιαν καὶ ἀνυπόκριτον ἐν ὑπομονῇ ἔγνων ὑμᾶς ἔχοντας, οὐ κατὰ χρῆσιν, ἀλλὰ κατὰ κτῆσιν, καθὼς ἐδήλωσέν μοι Πολύβιος, ὁ ἐπίσκοπος ὑμῶν, ὃς παρεγένετο θελήματι θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ συνεργείᾳ πνεύματος ἐν Σμύρνῃ καὶ οὕτως μοι συνεχάρη δεδεμένῳ ἐν Χριστῷ Ἰησοῦ, ὥστε με τὸ πᾶν πλῆθος ὑμῶν ἐν αὐτῷ θεωρῆσαι. 2. ἀποδεξάμενος οὖν τὴν κατὰ θεὸν ὑμῶν εὔνοιαν δι’ αὐτοῦ ἔδοξα, εὑρὼν ὑμᾶς μιμητὰς ὄντας Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος.