Ancient Greek · ~2 min
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ., Chapter 1
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 1.2-2
Not analysed yet
2. εἰ γὰρ εἷς ἐστιν ὁ τῶν ὅλων θεὸς ὁ πατὴρ τοῦ Χριστοῦ, ἐξ οὗ τὰ πάντα, εἷς δὲ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, ὁ τῶν ὅλων κύριος, δι’ οὗ τὰ πάντα, ἓν δὲ καὶ πνεῦμα ἅγιον τὸ ἐνεργῆσαν ἐν Μωσῇ καὶ προφήταις καὶ ἀποστόλοις, ἓν δὲ καὶ τὸ βάπτισμα τὸ εἰς τὸν θάνατον τοῦ κυρίου διδόμενον, μία δὲ καὶ ἡ ἐκλεκτὴ ἐκκλησία·