Ancient Greek · ~2 min
ΠΡΟΣ ΦΙΛΑΔΕΛΦΕΙΣ., Chapter 10
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 10-3
Not analysed yet
X. Ἐπειδὴ κατὰ τὴν προσευχήν ὑμῶν καὶ τὰ σπλάγχνα, ἃ ἔχετε ἐν Χριστῷ Ἰησοῦ, ἀπηγγέλη μοι εἰρηνεύειν τὴν ἐκκλησίαν τὴν ἐν Ἀντιοχείᾳ τῆς Συρίας, πρέπον ἐστὶν ὑμῖν ὡς ἐκκλησίᾳ θεοῦ, χειροτονῆσαι ἐπίσκοπον εἰς τὸ πρεσβεῦσαι ἐκεῖ θεοῦ πρεσβείαν, εἰς τὸ συγχωρηθῆναι αὐτοῖς ἐπὶ τὸ αὐτὸ γενομένοις καὶ δοξάσαι τὸ ὄνομα τοῦ θεοῦ. 2. μακάριος ἐν Χριστῷ Ἰησοῦ, ὃς κατηξιώθη τῆς τοιαύτης διακονίας· καὶ ὑμεῖς δὲ σπουδάσαντες ἐν Χριστῷ δοξασθήσεσθε. θέλουσιν δὲ ὑμῖν οὐ πᾶσιν ἀδύνατον ὑπὲρ ὀνόματος θεοῦ, ὡς καὶ ἀεὶ αἱ ἔγγιστα ἐκκλησίαι ἔπεμψαν ἐπισκόπους, αἱ δὲ πρεσβυτέρους καὶ διακόνους.