Ancient Greek
10.1 to 10.3
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 10.1-3
Not analysed yet
X. Εἰ δέ, ὥσπερ τινὲς ἄθεοι ὄντες, τουτέστιν ἄπιστοι, λέγουσι, τὸ δοκήσει γεγενῆσθαι αὐτὸν ἄνθρωπον, οὐκ ἀληθῶς ἀνειληφέναι σῶμα, καὶ τὸ δοκεῖν τεθνηκέναι, πεπονθέναι οὐ τῷ ὄντι, τίνος ἕνεκεν ἐγὼ δέδεμαι καὶ εὔχομαι θηριομαχῆσαι; 2. δωρεὰν οὖν ἀποθνήσκω, ἄρα καταψεύδομαι τοῦ σταυροῦ τοῦ κυρίου καὶ περιττὸς ὁ προφήτης· Ὄψονται εἰς ὃν ἐξεκέντησαν καὶ κόψονται ἐφ’ ἑαυτοῖς ὡς ἐπὶ ἀγαπητῷ. 3. οὐκοῦν ἄπιστοι αὐτοὶ οὐχ ἧττον τῶν σταυρωσάντων αὐτόν. ἐγὼ δὲ οὐ τὸ δοκεῖν ἔχω τὰς ἐλπίδας ἐπὶ τῷ ὑπὲρ ἐμοῦ ἀποθανόντι, ἀλλὰ τῷ ὄντι· ἀληθείας γὰρ ἀλλότριον τὸ ψεῦδος.