Ancient Greek · ~2 min
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ., Chapter 11
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 11.1
Not analysed yet
XI. Εἰ τοίνυν σὺ πάτημα τῶν ποδῶν τοῦ κυρίου, πῶς πειράζεις τὸν ἀπείραστον, ἐπιλαθόμενος τοῦ νομοθέτου παρακελευομένου, ὅτι οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου, ἀλλὰ καὶ τολμᾷς, ἐναγέστατε, τὰ τοῦ θεοῦ ἔργα οἰκειοῦσθαι καί σοι παραδεδόσθαι λέγειν τὴν τούτων ἀρχήν· καὶ τὴν σὴν πτῶσιν προτείνεις τῷ κυρίῳ καὶ διδόναι τὰ αὐτοῦ αὐτῷ ἐπαγγέλλῃ, ἐὰν πεσὼν ἐπὶ τῆς γῆς προσκυνήσῃ σοι;