Ancient Greek · ~2 min
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ., Chapter 12
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 12-5
Not analysed yet
XII. Οἶδα, τῖς εἰμι καὶ τίσιν γράφω. ἐγὼ ὁ ἐλάχιστος Ἰγνάτιος καὶ τοῖς ὑπὸ κίνδυνον καὶ κρίσιν παρόμοιος· ὑμεῖς δὲ ἠλεημένοι, ἐστηριγμένοι ἐν Χριστῷ. 2. πάροδός ἐστε τῶν διὰ Χριστὸν ἀναιρουμένων ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ἰγνατίου τοῦ ἐλαχίστου. Παύλου συμμύσται ἐστέ, ἡγιασμένου, μεμαρτυρημένου, ὅτι σκεῦός ἐστιν ἐκλογῆς, οὗ γένοιτό μοι ὑπὸ τὰ ἴχνη εὑρεθῆναι καὶ τῶν λοιπῶν ἁγίων, ὅταν Ἰησοῦ Χριστοῦ ἐπιτύχω, ὃς πάντοτε ἐν ταῖς δεήσεσιν αὐτοῦ μνημονεύει ἡμῶν.