Ancient Greek · ~2 min
12.1 to 12.2
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 12.1-2
Not analysed yet
XII. Ὀναίμην ὑμῶν κατὰ πάντα, ἐάνπερ ἄξιος ὦ. εἰ γὰρ καὶ δέδεμαι, πρὸς ἕνα τῶν λελυμένων ὑμῶν οὐκ εἰμι. οἶδα, ὅτι οὐ φυσιοῦσθε· Ἰησοῦν γὰρ ἔχετε ἐν ἑαυτοῖς. 2. καὶ μᾶλλον ὅταν ἐπαινῶ ὑμᾶς, οἶδα, ὅτι ἐντρέπεσθε, ὡς γέγραπται· Δίκαιος ἑαυτοῦ κατήγορος, καὶ· Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς, καί· Ὅταν ποιήσητε πάντα τὰ διατεταγμένα ὑμῖν, λέγετε, ὅτι δοῦλοί ἐσμεν ἀχρεῖοι· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα παρὰ θεῷ· ὁ θεὸς γάρ, φησίν, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.