Ancient Greek · ~1 min
ΠΡΩΣ ΜΑΓΝΗΣΙΟΥΣ, Chapter 15
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 15
Not analysed yet
XV. Ἀσπάζονται ὑμᾶς Ἐφέσιοι ἀπὸ Σμύρνης, ὅθεν καὶ γράφω ὑμῖν, παρόντες εἰς δόξαν θεοῦ ὥσπερ καὶ ὑμεῖς, οἳ κατὰ πάντα με ἀνεπαύσατε ἅμα Πολυκάρπῳ. καὶ αἱ λοιπαὶ δὲ ἐκκλησίαι ἐν τιμῇ Ἰησοῦ Χριστοῦ ἀσπάζονται ὑμᾶς. 2. ἔρρωσθε ἐν ὁμονοίᾳ, πνεῦμα κεκτημένοι ἀδιάκριτον ἐν Χριστῷ Ἰησοῦ διὰ θελήματος θεοῦ.