Ancient Greek · ~2 min
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ., Chapter 15
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 15-2
Not analysed yet
XV. Ἀσπάζονται ὑμᾶς Φίλων καὶ Ἀγαθόπους οἱ διάκονοι. ἀσπάζομαι τὸ σύστημα τῶν παρθένων, τὸ τάγμα τῶν χηρῶν· ὧν καὶ ὀναίμην. ἀσπάζομαι τὸν λαὸν κυρίου ἀπὸ μικροῦ ἕως μεγάλου. 2. ἀπέστειλα ὑμῖν ταῦτά μου τὰ γράμματα διὰ Εὐφανίου τοῦ ἀναγνώστου, ἀνδρὸς θεοτιμήτου καὶ πιστοτάτου, συντυχὼν περὶ Ῥήγιον, ἀναγομένου ἐν πλοίῳ. μέμνησθέ μου τῶν δεσμῶν, ἵνα τελειωθῶ ἐν Χριστῷ. 3. ἔρρωσθε σαρκί, ψυχῇ, πνεύματι, τέλεια φρονοῦντες, ἀποστρεφόμενοι τοὺς ἐργάτας τῆς ἀνομίας καὶ τοῦ λόγου τῆς ἀληθείας φθορεῖς, ἐνδυναμούμενοι ἐν τῇ χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.