Ancient Greek
ΠΡΟΣ ΑΝΤΙΟΧΕΙΣ., Chapter 2
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 2-7
Not analysed yet
II. Μωσῆς τε γὰρ ὁ πιστὸς θεράπων τοῦ θεοῦ εἰπών· Κύριος ὁ θεός σου κύριος εἷς ἐστιν, καὶ τὸν ἕνα καὶ μόνον κηρύξας θεόν, ὡμολόγησεν εὐθέως καὶ τὸν κύριον ἡμῶν λέγων· Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα παρὰ κυρίου πῦρ καὶ θεῖον. 2. καὶ πάλιν· Καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν· καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, καὶ ἑξῆς· Ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον. 3. καὶ ὅτι γενήσεται ἄνθρωπος, φησίν· Προφήτην ὑμῖν ἀναστήσει κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.