Ancient Greek · ~2 min
ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΤΑΡΣΩΙ., Chapter 2
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 2.1-2
Not analysed yet
II. Ἔγνων, ὅτι τινὲς τῶν τοῦ Σατανᾶ ὑπηρετῶν ἐβουλήθησαν ὑμᾶς ταράξαι· οἱ μέν, ὅτι Ἰησοὺς δοκήσει ἐγεννήθη καὶ δοκήσει ἐσταυρώθη καὶ δοκήσει ἀπέθανεν· οἱ δέ, ὅτι οὐκ ἔστιν υἱὸς τοῦ δημιουργοῦ· οἱ δέ, ὅτι αὐτός ἐστιν ὁ ἐπὶ πάντων θεός· ἄλλοι δέ, ὅτι ψιλὸς ἄνθρωπός ἐστιν· ἕτεροι δέ, ὅτι ἡ σὰρξ αὕτη οὐκ ἐγείρεται καὶ δεῖ τὸν ἀπολαυστικὸν βίον ζῆν καὶ μετιέναι· τοῦτον γὰρ εἶναι πέρας τῶν ἀγαθῶν τοῖς μετ’ οὐ πολὺ φθαρησομένοις.