Ancient Greek · ~2 min
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ., Chapter 21
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 21
Not analysed yet
XXI. Εἴην ὑμῶν ἀντίψυχον καὶ ὧν ἐπέμψατε εἰς θεοῦ τιμὴν εἰς Σμύρναν, ὅθεν καὶ γράφω ὑμῖν, εὐχαριστῶν τῷ κυρίῳ, ἀγαπῶν Πολύκαρπον ὡς καὶ ὑμᾶς. μνημονεύετέ μου, ὡς καὶ ὑμῶν Ἰησοῦς ὁ Χριστὸς, ὁ εὐλογητὸς εἰς τοὺς αἰῶνας. 2. προσεύχεσθε ὑπὲρ τῆς ἐκκλησίας Ἀντιοχέων τῆς ἐν Συρίᾳ, ὅθεν δεδεμένος εἰς Ῥώμην ἀπάγομαι, ἔσχατος ὢν τῶν ἐκεῖ πιστῶν, ὥσπερ ἠξιώθην εἰς θεοῦ τιμὴν φορέσαι ταυτασὶ τὰς ἁλύσεις. ἔρρωσθε ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ, τῇ κοινῇ ἐλπίδι ἡμῶν, ἐν πνεύματι ἁγίῳ. ἔρρωσθε. ἀμήν. ἡ χάρις.