Ancient Greek
ΠΡΩΣ ΜΑΓΝΗΣΙΟΥΣ, Chapter 4
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 4-3
Not analysed yet
IV. Καὶ πρέπον ἐστὶν μὴ μόνον καλεῖσθαι Χριστιανούς, ἀλλὰ καὶ εἶναι· οὐ γὰρ τὸ λέγεσθαι, ἀλλὰ τὸ εἶναι μακάριον ποιεῖ. 2. εἴ τινες ἐπίσκοπον μὲν λέγουσι, χωρὶς δὲ αὐτοῦ πάντα ποιοῦσι, τοῖς τοιούτοις ἐρεῖ καὶ αὐτός, ὃς καὶ ὁ ἀληθινὸς καὶ πρῶτος ἐπίσκοπος καὶ μόνος φύσει ἀρχιερεύς· Τί με καλεῖτε κύριε κύριε, καὶ οὐ ποιεῖτε, ἃ λέγω; οἱ γὰρ τοιοῦτοι οὐκ εὐσυνείδητοι, ἀλλ’ εἴρωνές τινες καὶ μόρφωνες εἶναί μοι φαίνονται.