Ancient Greek
ΠΡΟΣ ΣΜΥΡΝΑΙΟΥΣ., Chapter 4
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 4-5
Not analysed yet
IV. Ταῦτα δὲ παραινῶ ὑμῖν, ἀγαπητοί, εἰδώς, ὅτι καὶ ὑμεῖς οὕτως ἔχετε. Προφυλάσσω δὲ ὑμᾶς ἀπὸ τῶν θηρίων τῶν ἀνθρωπομόρφων, οὓς οὐ μόνον ἀπο στρέφεσθαι χρή, ἀλλὰ καὶ φεύγειν, μόνον δὲ προσεύχεσθαι ὑπὲρ αὐτῶν, ἐάν πως μετανοήσωσιν. 2. εἰ γὰρ τὸ δοκεῖν ἐν σώματι γέγονεν ὁ κύριος καὶ τὸ δοκεῖν ἐσταυρώθη, κἀγὼ τὸ δοκεῖν δέδεμαι. τί δὲ καὶ ἐμαυτὸν ἔκδοτον δέδωκα τῷ θανάτῳ πρὸς πῦρ, πρὸς μάχαιραν, πρὸς θηρία; ἀλλ’ οὐ τὸ δοκεῖν, ἀλλὰ τῷ ὄντι πάντα ὑπομένω διὰ Χριστὸν εἰς τὸ συμπαθεῖν αὐτῷ, αὐτοῦ με ἐνδυναμοῦντος· οὐ γάρ μοι τοσοῦτον σθένος.