Ancient Greek
4.7 to 4.8
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 4.7-8
Not analysed yet
7. οἱ ἄρχοντες πειθαρχείτωσαν τῷ καίσαρι, οἱ στρατιῶται τοῖς ἄρχουσιν· οἱ διάκονοι τοῖς πρεσβυτέροις ὡς ἱερεῦσιν, οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι καὶ ὁ λοιπὸς κλῆρος ἅμα παντὶ τῷ λαῷ καὶ τοῖς στρατιώταις καὶ τοῖς ἄρχουσι καὶ τῷ καίσαρι τῷ ἐπισκόπῳ, ὁ ἐπίσκοπος τῷ Χριστῷ, ὡς ὁ Χριστὸς τῷ πατρί· καὶ οὕτως ἡ ἑνότης διὰ πάντων σώζεται. 8. ἔστωσαν δὲ καὶ αἱ χήραι μὴ ῥεμβοί, μὴ λίχνοι, μὴ περιτροχάδες, ἀλλ’ ὡς Ἰουδὶθ ἡ σεμνοτάτῃ, ὡς ἡ Ἄννα ἡ σωφρονεστάτη. ταῦτα οὐχ ὡς ἀπόστολος διατάσσομαι (τίς γάρ εἰμι ἐγώ, ἢ τίς ὁ οἶκος τοῦ πατρός μου, ἵνα ἰσότιμον ἑαυτὸν ἐκείνων εἴπω;) ,ἀλλ’ ὡς συστρατιώτης ὑμῶν ὑποφωνητοῦ τάξιν ἐπέχων.