Ancient Greek · ~3 min
5.1 to 5.3
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 5.1-3-3
Not analysed yet
V. Εἰ γὰρ ἐγὼ ἐν μικρῷ χρόνῳ τοιαύτην συνήθειαν ἔσχον πρὸς τὸν ἐπίσκοπον ὑμῶν, οὐκ ἀνθρωπίνην οὖσαν, ἀλλὰ πνευματικήν, πόσῳ μᾶλλον ὑμᾶς μακαρίζω τοὺς ἀνακεκραμένους αὐτῷ, ὡς ἡ ἐκκλησία τῷ κυρίῳ Ἰησοῦ καὶ ὁ κύριος τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, ἵνα πάντα ἐν ἑνότητι σύμφωνα ᾖ. 2. μηδεὶς πλανάσθω· ἐὰν μή τις ἐντὸς ᾖ τοῦ θυσιαστηρίου, ὑστερεῖται τοῦ ἄρτου τοῦ θεοῦ. εἰ γὰρ ἑνὸς καὶ δευτέρου προσευχὴ τοσαύτην ἰσχὺν ἔχει, ὥστε τὸν Χριστὸν ἐν αὐτοῖς ἑστάναι, πόσῳ μᾶλλον ἥ τε τοῦ ἐπισκόπου καὶ πάσης τῆς ἐκκλησίας προσευχὴ συμφώνως ἀνιοῦσα πρὸς θεὸν πιστοῖ παρασχεθῆναι αὐτοῖς πάντα τὰ ἐν Χριστῷ αἰτήματα. 3. ὁ οὖν τῶν τοιούτων χωριζόμενος καὶ μὴ συνερχόμενος ἐν βουλῇ θυσιῶν καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανῷ, λύκος ἐστὶν ἐν προβάτου δορᾷ ἥμερον ἐπιδεικνὺς μορφήν.