Ancient Greek
6.1 to 6.3
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 6.1-3-3
Not analysed yet
VI. Καὶ οὔτε ψιλὸς ἄνθρωπος ὁ δι’ οὗ καὶ ἐν ᾧ γέγονε τὰ πάντα· πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο. ἡνίκα ἐποίει τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ἐκεῖ ἤμην παρ’ αὐτῷ ἁρμόζουσα, καὶ προσέχαιρέν μοι καθ’ ἡμέραν. 2. πῶς δ’ ἂν ὁ ψιλὸς ἄνθρωπος ἤκουσεν· Κάθου ἐκ δεξιῶν μου; πῶς δὲ καὶ ἔλεγεν· Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι; καί· Δόξασόν με τῇ δόξῃ, ᾗ εἷχον πρὸ τοῦ τὸν κόσμον γενέσθαι; ποῖος δὲ ἄνθρωπος ἔλεγεν· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με; 3. περὶ ποίου δὲ ἀνθρώπου ἔλεγεν τό· Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐν τῷ κόσμῳ ἧν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον;