Ancient Greek · ~2 min
6.2 to 6.3
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 6.2-4-3
Not analysed yet
2. συγγνωμονεῖτέ μοι, ἀδελφοί· μὴ ἐμποδίσητέ μοι εἰς ζωὴν φθάσαι, Ἰησοῦς γάρ ἐστιν ἡ ζωὴ τῶν πιστῶν· μὴ θελήσητέ με ἀποθανεῖν, θάνατος γάρ ἐστιν ἡ ἄνευ Χριστοῦ ζωή. τοῦ θεοῦ θέλοντά με εἶναι κόσμῳ μὴ χαρίσησθε. ἄφετέ με καθαρὸν φῶς λαβεῖν· ἐκεῖ παραγενόμενος ἄνθρωπος θεοῦ ἔσομαι. 3. ἐπιτρέψατέ μοι μιμητὴν εἶναι πάθους Χριστοῦ τοῦ θεοῦ μου. εἴ τις αὐτὸν ἐν ἑαυτῷ ἔχει, νοησάτω, ὃ θέλω, καὶ συμπαθείτω μοι, εἰδὼς τὰ συνέχοντά με.